Add parallel Print Page Options

23 Καὶ προσκαλεσάμενός [a]τινας δύο τῶν ἑκατονταρχῶν εἶπεν· Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός, 24 κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα, 25 γράψας ἐπιστολὴν [b]ἔχουσαν τὸν τύπον τοῦτον· 26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. 27 τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ’ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι [c]ἐξειλάμην, μαθὼν ὅτι Ῥωμαῖός ἐστιν, 28 βουλόμενός [d]τε [e]ἐπιγνῶναι τὴν αἰτίαν δι’ ἣν ἐνεκάλουν αὐτῷ, [f]κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν. 29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν [g]δὲ ἄξιον θανάτου ἢ δεσμῶν [h]ἔχοντα ἔγκλημα. 30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν [i]ἄνδρα ἔσεσθαι [j]ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις [k]λέγειν πρὸς αὐτὸν ἐπὶ [l]σοῦ.

31 Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον [m]διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα· 32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς [n]ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· 33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. 34 ἀναγνοὺς [o]δὲ καὶ ἐπερωτήσας ἐκ ποίας [p]ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, 35 Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· [q]κελεύσας ἐν τῷ πραιτωρίῳ [r]τοῦ Ἡρῴδου φυλάσσεσθαι [s]αὐτόν.

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:23 τινας δύο WH Treg ] δύο τινας NIV RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:25 ἔχουσαν WH Treg NIV ] περιέχουσαν RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:27 ἐξειλάμην WH Treg NIV ] + αὐτόν RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:28 τε WH Treg NIV ] δὲ RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:28 ἐπιγνῶναι WH Treg NIV ] γνῶναι RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:28 κατήγαγον WH Treg NIV ] + αὐτὸν RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:29 δὲ WH Treg NIV ] – RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:29 ἔχοντα ἔγκλημα WH Treg NIV ] ἔγκλημα ἔχοντα RP
  9. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:30 ἄνδρα WH Treg NIV ] + μέλλειν RP
  10. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:30 ἐξαυτῆς WH NIV ] ἐξ αὐτῶν Treg; ὑπὸ τῶν Ἰουδαίων ἐξαυτῆς RP
  11. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:30 λέγειν WH Treg] + τὰ NIV RP
  12. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:30 σοῦ WH Treg NIV ] + Ἔρρωσο RP
  13. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:31 διὰ WH Treg NIV ] + τῆς RP
  14. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:32 ἀπέρχεσθαι WH Treg NIV ] πορεύεσθαι RP
  15. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:34 δὲ WH Treg NIV ] + ὁ ἡγεμών RP
  16. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:34 ἐπαρχείας WH NIV ] ἐπαρχίας Treg RP
  17. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:35 κελεύσας WH Treg NIV ] Ἐκέλευσέν τε αὐτὸν RP
  18. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:35 τοῦ WH Treg NIV ] – RP
  19. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 23:35 αὐτόν WH Treg NIV ] – RP