Paul and Silas in Berea

10 (A)The brothers[a] immediately sent Paul and Silas away by night to Berea, and when they arrived they (B)went into the Jewish synagogue. 11 Now these Jews were more noble than those in Thessalonica; they received the word with all eagerness, (C)examining the Scriptures daily to see if these things were so. 12 (D)Many of them therefore believed, with not a few Greek (E)women of high standing as well as men. 13 But when the Jews from Thessalonica learned that the word of God was proclaimed by Paul at Berea also, they came there too, (F)agitating and stirring up the crowds. 14 Then the brothers (G)immediately sent Paul off on his way to the sea, but Silas and (H)Timothy remained there. 15 (I)Those who conducted Paul brought him as far as (J)Athens, and after receiving a command (K)for Silas and Timothy to come to him as soon as possible, they departed.

Read full chapter

Footnotes

  1. Acts 17:10 Or brothers and sisters; also verse 14

10 Οἱ δὲ ἀδελφοὶ εὐθέως [a]διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν [b]τῶν Ἰουδαίων ἀπῄεσαν· 11 οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, [c]τὸ καθ’ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως. 12 πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. 13 ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες [d]καὶ ταράσσοντες τοὺς ὄχλους. 14 εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι [e]ἕως ἐπὶ τὴν θάλασσαν· [f]ὑπέμεινάν τε ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος ἐκεῖ. 15 οἱ δὲ [g]καθιστάνοντες τὸν Παῦλον [h]ἤγαγον ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σιλᾶν καὶ [i]τὸν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν.

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:10 διὰ WH Treg NIV ] + τῆς RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:10 τῶν Ἰουδαίων ἀπῄεσαν WH Treg NIV ] ἀπῄεσαν τῶν Ἰουδαίων RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:11 τὸ WH RP ] – Treg NIV
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:13 καὶ ταράσσοντες WH Treg NIV ] –RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:14 ἕως WH Treg NIV ] ὡς RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:14 ὑπέμεινάν τε WH Treg NIV ] ὑπέμενον δὲ RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:15 καθιστάνοντες WH Treg NIV ] καθιστῶντες RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:15 ἤγαγον WH Treg NIV ] + αὐτὸν RP
  9. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 17:15 τὸν WH Treg NIV ] – RP