Add parallel Print Page Options

νόει [a]ὃ λέγω· [b]δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.

Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται· 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου. 11 πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· 12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ [c]ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· 13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· [d]ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.

14 Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ [e]κυρίου, μὴ λογομαχεῖν, [f]ἐπ’ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. 15 σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:7 WH Treg NIV ] ἃ RP
  2. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:7 δώσει WH Treg NIV ] δῴη RP
  3. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:12 ἀρνησόμεθα WH Treg NIV ] ἀρνούμεθα RP
  4. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:13 ἀρνήσασθαι RP ] + γὰρ WH Treg NIV
  5. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:14 κυρίου RP ] θεοῦ WH Treg NIV
  6. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:14 ἐπ᾽ WH Treg NIV ] εἰς RP