ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:1-8
SBL Greek New Testament
4 [a]Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ [b]Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, [c]καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· 2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. 3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς [d]ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, 4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. 5 σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
6 Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς [e]ἀναλύσεώς μου ἐφέστηκεν. 7 τὸν [f]καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· 8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
Read full chapterFootnotes
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:1 Διαμαρτύρομαι WH Treg NIV ] + οὖν ἐγὼ RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:1 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:1 καὶ WH Treg NIV ] κατὰ RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:3 ἰδίας ἐπιθυμίας WH Treg NIV ] ἐπιθυμίας τὰς ἰδίας RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:6 ἀναλύσεώς μου WH Treg NIV ] ἐμῆς ἀναλύσεως RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:7 καλὸν ἀγῶνα WH Treg NIV ] ἀγῶνα τὸν καλὸν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software