Add parallel Print Page Options

Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν [a]γράμμασιν [b]ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; εἰ γὰρ [c]τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς [d]δικαιοσύνης δόξῃ. 10 καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει [e]εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης· 11 εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.

12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, 13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον [f]αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. 14 ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον [g]ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, [h]ὅτι ἐν Χριστῷ καταργεῖται, 15 ἀλλ’ ἕως σήμερον ἡνίκα [i]ἂν ἀναγινώσκηται Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· 16 ἡνίκα [j]δὲ ἐὰν ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17 ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα [k]κυρίου, ἐλευθερία. 18 ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:7 γράμμασιν WH NIV RP ] γράμματι Treg
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:7 ἐντετυπωμένη WH Treg NIV ] + ἐν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:9 τῇ διακονίᾳ Treg NIV ] ἡ διακονία WH RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:9 δικαιοσύνης WH Treg NIV ] + ἐν RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:10 εἵνεκεν WH Treg NIV ] ἕνεκεν RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:13 αὐτοῦ WH Treg NIV ] ἑαυτοῦ RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:14 ἡμέρας WH Treg NIV ] – RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:14 ὅτι WH Treg NIV ] ὅ τι RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:15 ἂν ἀναγινώσκηται WH Treg NIV ] ἀναγινώσκεται RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:16 δὲ ἐὰν WH NIV] δὲ ἂν Treg RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:17 κυρίου WH Treg NIV ] + ἐκεῖ RP