Add parallel Print Page Options

17 τοῦτο οὖν [a]βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ; 18 πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ [b]ἔστιν Ναὶ καὶ Οὔ. 19 [c]τοῦ θεοῦ γὰρ υἱὸς [d]Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθείς, δι’ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὒ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν· 20 ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ Ναί· [e]διὸ καὶ [f]δι’ αὐτοῦ τὸ Ἀμὴν τῷ θεῷ πρὸς δόξαν δι’ ἡμῶν. 21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός, 22 ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:17 βουλόμενος WH Treg NIV ] βουλευόμενος RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:18 ἔστιν WH Treg NIV ] ἐγένετο RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:19 τοῦ θεοῦ γὰρ WH Treg NIV ] γὰρ τοῦ θεοῦ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:19 Ἰησοῦς Χριστὸς Treg NIV RP ] Χριστὸς Ἰησοῦς WH
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:20 διὸ WH Treg NIV ] – RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:20 δι᾽ αὐτοῦ WH Treg NIV ] ἐν αὐτῷ RP