Añadir traducción en paralelo Imprimir Opciones de la página

[a]Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ [b]Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, [c]καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς [d]ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.

Read full chapter

Notas al pie

  1. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:1 Διαμαρτύρομαι WH Treg NIV ] + οὖν ἐγὼ RP
  2. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:1 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP
  3. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:1 καὶ WH Treg NIV ] κατὰ RP
  4. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:3 ἰδίας ἐπιθυμίας WH Treg NIV ] ἐπιθυμίας τὰς ἰδίας RP

διαμαρτυρομαι ουν εγω ενωπιον του θεου και του κυριου ιησου χριστου του μελλοντος κρινειν ζωντας και νεκρους κατα την επιφανειαν αυτου και την βασιλειαν αυτου

κηρυξον τον λογον επιστηθι ευκαιρως ακαιρως ελεγξον επιτιμησον παρακαλεσον εν παση μακροθυμια και διδαχη

εσται γαρ καιρος οτε της υγιαινουσης διδασκαλιας ουκ ανεξονται αλλα κατα τας επιθυμιας τας ιδιας εαυτοις επισωρευσουσιν διδασκαλους κνηθομενοι την ακοην

και απο μεν της αληθειας την ακοην αποστρεψουσιν επι δε τους μυθους εκτραπησονται

συ δε νηφε εν πασιν κακοπαθησον εργον ποιησον ευαγγελιστου την διακονιαν σου πληροφορησον

Read full chapter