Add parallel Print Page Options

14 Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ· 15 ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, 16 οἷς μὲν ὀσμὴ [a]ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ [b]ἐκ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός; 17 οὐ γάρ ἐσμεν ὡς οἱ [c]πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ, ἀλλ’ ὡς ἐξ εἰλικρινείας, ἀλλ’ ὡς ἐκ θεοῦ [d]κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:16 *ἐκ WH Treg NIV ] – RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:16 *ἐκ WH Treg NIV ] – RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:17 πολλοὶ WH Treg NIV ] λοιποί RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 2:17 κατέναντι WH Treg NIV ] κατενώπιον τοῦ RP

14 τω δε θεω χαρις τω παντοτε θριαμβευοντι ημας εν τω χριστω και την οσμην της γνωσεως αυτου φανερουντι δι ημων εν παντι τοπω

15 οτι χριστου ευωδια εσμεν τω θεω εν τοις σωζομενοις και εν τοις απολλυμενοις

16 οις μεν οσμη θανατου εις θανατον οις δε οσμη ζωης εις ζωην και προς ταυτα τις ικανος

17 ου γαρ εσμεν ως οι πολλοι καπηλευοντες τον λογον του θεου αλλ ως εξ ειλικρινειας αλλ ως εκ θεου κατενωπιον του θεου εν χριστω λαλουμεν

Read full chapter