Añadir traducción en paralelo Imprimir Opciones de la página

φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις [a]ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, [b]φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος [c]καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν Χριστόν. εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς [d]ἀνέχεσθε.

Read full chapter

Notas al pie

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:3 ἐξηπάτησεν Εὕαν WH Treg NIV ] Εὕαν ἐξηπάτησεν RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:3 φθαρῇ WH Treg NIV ] οὕτως φθαρῇ RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:3 καὶ τῆς ἁγνότητος WH Treg NIV ] – RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:4 ἀνέχεσθε WH NIV ] ἠνείχεσθε RP; ἀνείχεσθε Treg

φοβουμαι δε μηπως ως ο οφις ευαν εξηπατησεν εν τη πανουργια αυτου ουτως φθαρη τα νοηματα υμων απο της απλοτητος της εις τον χριστον

ει μεν γαρ ο ερχομενος αλλον ιησουν κηρυσσει ον ουκ εκηρυξαμεν η πνευμα ετερον λαμβανετε ο ουκ ελαβετε η ευαγγελιον ετερον ο ουκ εδεξασθε καλως ηνειχεσθε

Read full chapter

12 Ὃ δὲ ποιῶ καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς. 13 οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ· 14 καὶ οὐ [a]θαῦμα, αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός· 15 οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.

Read full chapter

Notas al pie

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 11:14 θαῦμα WH Treg NIV ] θαυμαστόν RP

12 ο δε ποιω και ποιησω ινα εκκοψω την αφορμην των θελοντων αφορμην ινα εν ω καυχωνται ευρεθωσιν καθως και ημεις

13 οι γαρ τοιουτοι ψευδαποστολοι εργαται δολιοι μετασχηματιζομενοι εις αποστολους χριστου

14 και ου θαυμαστον αυτος γαρ ο σατανας μετασχηματιζεται εις αγγελον φωτος

15 ου μεγα ουν ει και οι διακονοι αυτου μετασχηματιζονται ως διακονοι δικαιοσυνης ων το τελος εσται κατα τα εργα αυτων

Read full chapter