Add parallel Print Page Options

20 Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν [a]κεκοιμημένων. 21 ἐπειδὴ γὰρ δι’ ἀνθρώπου [b]θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν· 22 ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται. 23 ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· 24 εἶτα τὸ τέλος, ὅταν [c]παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν, 25 δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι [d]οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. 26 ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος, 27 πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. 28 ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, [e]τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς [f]πάντα ἐν πᾶσιν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:20 κεκοιμημένων WH Treg NIV ] + ἐγένετο RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:21 θάνατος WH Treg NIV ] ὁ θάνατος RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:24 παραδιδῷ WH NIV ] παραδιδοῖ Treg; παραδῷ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:25 οὗ WH Treg NIV ] + ἄν RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:28 τότε Treg NIV ] + καὶ WH RP NA
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:28 πάντα WH Treg NIV ] τὰ πάντα RP NA