Add parallel Print Page Options

Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ [a]διαλογισμοῦ. ὡσαύτως [b]καὶ γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν [c]καὶ [d]χρυσίῳ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, 10 ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι’ ἔργων ἀγαθῶν. 11 γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ· 12 [e]διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ. 13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα· 14 καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ [f]ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν. 15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:8 διαλογισμοῦ Treg NIV RP ] διαλογισμῶν WH
  2. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:9 καὶ Treg NIV ] – WH; + τὰς RP
  3. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:9 καὶ WH Treg NIV ] ἢ RP
  4. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:9 χρυσίῳ WH NIV ] χρυσῷ Treg RP
  5. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:12 διδάσκειν δὲ γυναικὶ WH Treg NIV ] Γυναικὶ δὲ διδάσκειν RP
  6. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:14 ἐξαπατηθεῖσα WH Treg NIV ] ἀπατηθεῖσα RP