ΙΩΑΝΝΟΥ Α΄ 3:11-24
SBL Greek New Testament
11 Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους· 12 οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. 13 [a]μὴ θαυμάζετε, [b]ἀδελφοί, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. 14 ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ [c]ἀγαπῶν μένει ἐν τῷ θανάτῳ. 15 πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν [d]αὐτῷ μένουσαν. 16 ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς [e]θεῖναι. 17 ὃς δ’ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ’ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ;
18 [f]Τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ. 19 [g]ἐν τούτῳ [h]γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν [i]τὴν καρδίαν ἡμῶν 20 ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα. 21 ἀγαπητοί, ἐὰν ἡ καρδία [j]μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν, 22 καὶ ὃ [k]ἐὰν αἰτῶμεν λαμβάνομεν [l]ἀπ’ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. 23 καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα [m]πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν [n]ἡμῖν. 24 καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.
Read full chapterFootnotes
- ΙΩΑΝΝΟΥ Α΄ 3:13 μὴ WH Treg RP] καὶ μὴ NIV
- ΙΩΑΝΝΟΥ Α΄ 3:13 ἀδελφοί WH Treg NIV ] + μου RP
- ΙΩΑΝΝΟΥ Α΄ 3:14 ἀγαπῶν WH Treg NIV ] + τὸν ἀδελφόν RP
- ΙΩΑΝΝΟΥ Α΄ 3:15 αὐτῷ WH Treg NIV ] ἑαυτῷ RP
- ΙΩΑΝΝΟΥ Α΄ 3:16 θεῖναι WH Treg NIV ] τιθέναι RP
- ΙΩΑΝΝΟΥ Α΄ 3:18 Τεκνία WH Treg NIV ] + μου RP
- ΙΩΑΝΝΟΥ Α΄ 3:19 ἐν WH ] καὶ ἐν Treg NIV RP
- ΙΩΑΝΝΟΥ Α΄ 3:19 γνωσόμεθα WH Treg NIV ] γινώσκομεν RP
- ΙΩΑΝΝΟΥ Α΄ 3:19 τὴν καρδίαν WH NIV ] τὰς καρδίας Treg RP
- ΙΩΑΝΝΟΥ Α΄ 3:21 μὴ καταγινώσκῃ ἡμῶν Treg ] μὴ καταγινώσκῃ WH; ἡμῶν μὴ καταγινώσκῃ NIV; ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν RP
- ΙΩΑΝΝΟΥ Α΄ 3:22 ἐὰν Treg NIV RP] ἂν WH
- ΙΩΑΝΝΟΥ Α΄ 3:22 ἀπ᾽ WH Treg NIV ] παρ᾽ RP
- ΙΩΑΝΝΟΥ Α΄ 3:23 πιστεύσωμεν WH NIV RP ] πιστεύωμεν Treg
- ΙΩΑΝΝΟΥ Α΄ 3:23 ἡμῖν WH Treg NIV ] – RP

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software