Add parallel Print Page Options

Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. [a]εἴ τις δοκεῖ [b]ἐγνωκέναι τι, [c]οὔπω [d]ἔγνω καθὼς δεῖ γνῶναι· εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ.

Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς [e]θεὸς εἰ μὴ εἷς. καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἀλλ’ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:2 εἴ WH Treg NIV ] + δέ RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:2 ἐγνωκέναι WH Treg NIV ] εἰδέναι RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:2 οὔπω WH Treg NIV ] οὐδέπω οὐδὲν RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:2 ἔγνω WH Treg NIV ] ἔγνωκεν RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8:4 θεὸς WH Treg NIV ] + ἕτερος RP