Add parallel Print Page Options

27 Ὥστε ὃς ἂν ἐσθίῃ τὸν [a]ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου [b]ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου. 28 δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· 29 ὁ γὰρ ἐσθίων καὶ [c]πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ [d]σῶμα. 30 διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. 31 εἰ [e]δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· 32 κρινόμενοι δὲ [f]ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:27 ἄρτον WH Treg NIV ] + τοῦτον RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:27 ἀναξίως WH Treg NIV ] + τοῦ κυρίου RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:29 πίνων WH Treg NIV ] + ἀναξίως RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:29 σῶμα WH Treg NA ] + τοῦ κυρίου NIV RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:31 δὲ WH Treg NIV ] γὰρ RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:32 ὑπὸ RP ] + τοῦ WH Treg NIV