Add parallel Print Page Options

13 Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ [a]ζηλωταὶ γένησθε; 14 ἀλλ’ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, 15 κύριον δὲ τὸν [b]Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, [c]ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, 16 [d]ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ [e]καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. 17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας. 18 ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν [f]ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα [g]ὑμᾶς προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι· 19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20 ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν [h]ὀλίγοι, τοῦτ’ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι’ ὕδατος. 21 [i]καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, 22 ὅς ἐστιν ἐν [j]δεξιᾷ θεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 3:13 ζηλωταὶ WH Treg NIV] μιμηταὶ RP
  2. ΠΕΤΡΟΥ Α΄ 3:15 Χριστὸν WH Treg NIV] θεὸν RP
  3. ΠΕΤΡΟΥ Α΄ 3:15 ἕτοιμοι WH Treg NIV] + δὲ RP
  4. ΠΕΤΡΟΥ Α΄ 3:16 ἀλλὰ WH Treg NIV] – RP
  5. ΠΕΤΡΟΥ Α΄ 3:16 καταλαλεῖσθε WH NIV] καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν Treg RP
  6. ΠΕΤΡΟΥ Α΄ 3:18 ἔπαθεν RP NA] ἀπέθανεν WH Treg NIV
  7. ΠΕΤΡΟΥ Α΄ 3:18 ὑμᾶς WH NIV RP] ἡμᾶς Treg
  8. ΠΕΤΡΟΥ Α΄ 3:20 ὀλίγοι WH Treg NIV] ὀλίγαι RP
  9. ΠΕΤΡΟΥ Α΄ 3:21 καὶ ὑμᾶς ἀντίτυπον νῦν WH Treg NIV] ἀντίτυπον νῦν καὶ ἡμᾶς RP
  10. ΠΕΤΡΟΥ Α΄ 3:22 δεξιᾷ WH Treg] + τοῦ NIV RP