Add parallel Print Page Options

32 Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς [a]ἀρέσῃ τῷ κυρίῳ· 33 ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς [b]ἀρέσῃ τῇ γυναικί, 34 [c]καὶ μεμέρισται. καὶ ἡ γυνὴ [d]ἡ ἄγαμος καὶ ἡ [e]παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ [f]τῷ σώματι καὶ [g]τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς [h]ἀρέσῃ τῷ ἀνδρί. 35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν [i]σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ [j]εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.

36 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. 37 ὃς δὲ ἕστηκεν [k]ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ [l]ἰδίᾳ καρδίᾳ, [m]τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς [n]ποιήσει· 38 ὥστε καὶ ὁ [o]γαμίζων [p]τὴν παρθένον ἑαυτοῦ καλῶς ποιεῖ, [q]καὶ ὁ μὴ [r]γαμίζων κρεῖσσον [s]ποιήσει.

39 Γυνὴ [t]δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν [u]δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ· 40 μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, δοκῶ [v]δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:32 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:33 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 καὶ WH Treg NIV ] – RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 ἡ ἄγαμος WH Treg NIV ] – RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 παρθένος WH Treg NIV ] + Ἡ ἄγαμος RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 *τῷ WH Treg NIV ] – RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 *τῷ WH Treg NIV ] – RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:34 ἀρέσῃ WH Treg NIV ] ἀρέσει RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:35 σύμφορον WH Treg NIV ] συμφέρον RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:35 εὐπάρεδρον WH Treg NIV ] εὐπρόσεδρον RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:37 ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος WH Treg NIV ] ἑδραῖος ἐν τῇ καρδίᾳ RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:37 ἰδίᾳ καρδίᾳ WH Treg NIV ] καρδίᾳ αὐτοῦ RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:37 τηρεῖν WH Treg NIV ] τοῦ τηρεῖν RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:37 ποιήσει WH Treg NIV ] ποιεῖ RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:38 *γαμίζων WH Treg NIV ] ἐκγαμίζων RP
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:38 τὴν παρθένον ἑαυτοῦ Treg ] τὴν ἑαυτοῦ παρθένον WH NIV; – RP
  17. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:38 καὶ ὁ WH Treg NIV ] ὁ δὲ RP
  18. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:38 *γαμίζων WH Treg NIV ] ἑκγαμίζων RP
  19. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:38 ποιήσει WH Treg NIV ] ποιεῖ RP
  20. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:39 δέδεται WH Treg NIV ] + νόμῳ RP
  21. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:39 δὲ WH Treg NIV ] + καί RP
  22. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:40 δὲ Treg NIV RP ] γὰρ WH

32 θελω δε υμας αμεριμνους ειναι ο αγαμος μεριμνα τα του κυριου πως αρεσει τω κυριω

33 ο δε γαμησας μεριμνα τα του κοσμου πως αρεσει τη γυναικι

34 μεμερισται η γυνη και η παρθενος η αγαμος μεριμνα τα του κυριου ινα η αγια και σωματι και πνευματι η δε γαμησασα μεριμνα τα του κοσμου πως αρεσει τω ανδρι

35 τουτο δε προς το υμων αυτων συμφερον λεγω ουχ ινα βροχον υμιν επιβαλω αλλα προς το ευσχημον και ευπροσεδρον τω κυριω απερισπαστως

36 ει δε τις ασχημονειν επι την παρθενον αυτου νομιζει εαν η υπερακμος και ουτως οφειλει γινεσθαι ο θελει ποιειτω ουχ αμαρτανει γαμειτωσαν

37 ος δε εστηκεν εδραιος εν τη καρδια μη εχων αναγκην εξουσιαν δε εχει περι του ιδιου θεληματος και τουτο κεκρικεν εν τη καρδια αυτου του τηρειν την εαυτου παρθενον καλως ποιει

38 ωστε και ο εκγαμιζων καλως ποιει ο δε μη εκγαμιζων κρεισσον ποιει

39 γυνη δεδεται νομω εφ οσον χρονον ζη ο ανηρ αυτης εαν δε κοιμηθη ο ανηρ αυτης ελευθερα εστιν ω θελει γαμηθηναι μονον εν κυριω

40 μακαριωτερα δε εστιν εαν ουτως μεινη κατα την εμην γνωμην δοκω δε καγω πνευμα θεου εχειν

Read full chapter