Add parallel Print Page Options

καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ. ὅσα γὰρ προεγράφη, [a]εἰς τὴν ἡμετέραν διδασκαλίαν [b]ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ [c]Χριστὸν Ἰησοῦν,

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:4 εἰς Treg NIV RP ] πάντα εἰς WH
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:4 ἐγράφη WH Treg NIV ] προεγράφη RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:5 Χριστὸν Ἰησοῦν WH NIV RP ] Ἰησοῦν Χριστὸν Treg