Add parallel Print Page Options

12 Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν [a]εὐάρεστον τῷ θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν· καὶ μὴ [b]συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ [c]μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ [d]νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.

Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:1 εὐάρεστον τῷ θεῷ Treg NIV RP ] τῷ θεῷ εὐάρεστον WH
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:2 συσχηματίζεσθε WH Treg NIV ] συσχηματίζεσθαι RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:2 μεταμορφοῦσθε WH Treg NIV ] μεταμορφοῦσθαι RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:2 νοός WH Treg NIV ] + ὑμῶν RP