Add parallel Print Page Options

Περὶ δὲ ὧν [a]ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. τῇ γυναικὶ ὁ ἀνὴρ τὴν [b]ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:1 ἐγράψατε WH NIV ] + μοι Treg RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:3 ὀφειλὴν WH Treg NIV ] ὀφειλομένην εὔνοιαν RP