Add parallel Print Page Options

ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως, [a]δι᾽ αὑτοῦ καθαρισμὸν [b]τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.

Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:3 δι᾽ αὑτοῦ Holmes ] αὐτοῦ WH Treg NIV; αὐτοῦ δι᾽ ἑαυτοῦ RP
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1:3 τῶν ἁμαρτιῶν ποιησάμενος WH Treg NIV ] ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν RP