Add parallel Print Page Options

Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν, μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος, τοῦτο πρῶτον γινώσκοντες ὅτι ἐλεύσονται ἐπ’ [a]ἐσχάτων τῶν ἡμερῶν [b]ἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Β΄ 3:3 ἐσχάτων WH Treg NIV] ἐσχάτου RP
  2. ΠΕΤΡΟΥ Β΄ 3:3 ἐν ἐμπαιγμονῇ WH Treg NIV] – RP