Add parallel Print Page Options

οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι [a]εἰς θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάρρα [b]ὑπήκουσεν τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.

Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ [c]συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 3:5 εἰς WH Treg NIV] ἐπὶ RP
  2. ΠΕΤΡΟΥ Α΄ 3:6 ὑπήκουσεν Treg NIV RP] ὑπήκουεν WH
  3. ΠΕΤΡΟΥ Α΄ 3:7 συγκληρονόμοις WH Treg NIV] συγκληρονόμοι RP