Add parallel Print Page Options

διότι περιέχει [a]ἐν γραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον [b]ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ. ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· [c]ἀπιστοῦσιν δὲ [d]λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες· εἰς ὃ καὶ ἐτέθησαν.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 2:6 ἐν WH Treg NIV] + τῇ RP
  2. ΠΕΤΡΟΥ Α΄ 2:6 ἀκρογωνιαῖον ἐκλεκτὸν Treg NIV RP] ἐκλεκτὸν ἀκρογωνιαῖον WH
  3. ΠΕΤΡΟΥ Α΄ 2:7 ἀπιστοῦσιν WH Treg NIV] ἀπειθοῦσιν RP
  4. ΠΕΤΡΟΥ Α΄ 2:7 λίθος WH Treg NIV] Λίθον RP