Add parallel Print Page Options

24 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 25 τὸ βάπτισμα [a]τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο [b]ἐν ἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 26 ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ [c]ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:25 τὸ WH Treg NIV ] RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:25 ἐν WH Treg NIV ] παρ᾽ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:26 ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην WH Treg NIV ] ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην RP