Add parallel Print Page Options

21 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ [a]εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε [b]Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς λέγων αὐτοῖς· [c]Πορεύεσθε εἰς τὴν κώμην τὴν [d]κατέναντι ὑμῶν, καὶ [e]εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες [f]ἀγάγετέ μοι. καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· [g]εὐθὺς δὲ [h]ἀποστελεῖ αὐτούς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:1 εἰς WH Treg NIV ] πρὸς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:1 Ἰησοῦς WH NIV ] ὁ Ἰησοῦς Treg RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:2 Πορεύεσθε WH Treg NIV ] Πορεύθητε RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:2 κατέναντι WH Treg NIV ] ἀπέναντι RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:2 εὐθέως Treg NIV RP ] εὐθὺς WH
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:2 ἀγάγετέ WH NIV RP ] ἄγετέ Treg
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:3 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:3 ἀποστελεῖ WH Treg NIV ] ἀποστέλλει RP