Add parallel Print Page Options

30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· [a]Κύριε, ἐλέησον ἡμᾶς, [b]υἱὸς Δαυίδ. 31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον [c]ἔκραξαν λέγοντες· [d]Κύριε, ἐλέησον ἡμᾶς, [e]υἱὸς Δαυίδ. 32 καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:30 Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:30 υἱὸς WH Treg RP NA ] υἱὲ NIV
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:31 ἔκραξαν WH Treg NIV ] ἔκραζον RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:31 Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:31 υἱὸς WH Treg RP NA ] υἱὲ NIV