Add parallel Print Page Options

22 ἀκούσας δὲ ὅτι Ἀρχέλαος [a]βασιλεύει τῆς Ἰουδαίας ἀντὶ [b]τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ’ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, 23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 2:22 βασιλεύει WH NIV ] + ἐπὶ RP Treg
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 2:22 τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου WH Treg NIV ] Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ RP