Add parallel Print Page Options

31 ὥστε [a]τὸν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας [b]κυλλοὺς ὑγιεῖς [c]καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.

32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33 καὶ λέγουσιν αὐτῷ οἱ [d]μαθηταί· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:31 τὸν ὄχλον WH NIV ] τοὺς ὄχλους Treg RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:31 κυλλοὺς ὑγιεῖς Treg NIV RP ] – WH
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:31 καὶ WH Treg NIV ] RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:33 μαθηταί WH NIV ] + αὐτοῦ Treg RP