Add parallel Print Page Options

28 ὁ δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ [a]δοῦλοι αὐτῷ λέγουσιν· Θέλεις οὖν ἀπελθόντες [b]συλλέξωμεν αὐτά; 29 ὁ δέ [c]φησιν· Οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον· 30 ἄφετε συναυξάνεσθαι ἀμφότερα [d]μέχρι τοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον [e]συναγάγετε εἰς τὴν ἀποθήκην μου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:28 δοῦλοι αὐτῷ λέγουσιν Treg ] αὐτῷ λέγουσιν WH; δουλοι λεγουσιν αυτω NIV; δουλοι ειπον αυτω RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:28 συλλέξωμεν WH Treg NIV ] συλλέξομεν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:29 φησιν WH Treg NIV ] ἔφη RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:30 μέχρι RP ] ἕως WH Treg NIV
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:30 συναγάγετε NIV RP ] συνάγετε WH Treg