Add parallel Print Page Options

18 Τοῦ δὲ [a]Ἰησοῦ χριστοῦ ἡ [b]γένεσις οὕτως ἦν. [c]μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν [d]δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. 20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν [e]Μαρίαν τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:18 Ἰησοῦ WH NIV RP ] Treg
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:18 γένεσις WH Treg NIV ] γέννησις RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:18 μνηστευθείσης WH Treg NIV ] + γὰρ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:19 δειγματίσαι WH Treg NIV ] παραδειγματίσαι RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:20 Μαρίαν WH NIV ] Μαριὰμ Treg RP