Add parallel Print Page Options

11 ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· 12 καὶ παρεκάλεσαν [a]αὐτὸν λέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 13 καὶ ἐπέτρεψεν [b]αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, [c]ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:12 αὐτὸν WH Treg NIV ] + πάντες οἱ δαίμονες RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:13 αὐτοῖς WH Treg NIV ] + εὐθέως ὁ Ἰησοῦς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:13 ὡς WH Treg NIV] ἦσαν δὲ ὡς RP