Add parallel Print Page Options

37 καὶ γίνεται λαῖλαψ [a]μεγάλη ἀνέμου, [b]καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε [c]ἤδη γεμίζεσθαι τὸ πλοῖον. 38 καὶ [d]αὐτὸς ἦν [e]ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ [f]ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39 καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 μεγάλη ἀνέμου WH Treg NIV ] ἀνέμου μεγάλη RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 καὶ τὰ WH Treg NIV ] τὰ δὲ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:37 ἤδη γεμίζεσθαι τὸ πλοῖον WH Treg NIV ] αὐτὸ ἤδη γεμίζεσθα RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 αὐτὸς ἦν WH NIV ] ἦν αὐτὸς Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 ἐν WH Treg NIV ] ἐπὶ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:38 ἐγείρουσιν WH Treg NIV ] διεγείρουσιν RP