Add parallel Print Page Options

Καὶ ὁ Ἰησοῦς [a]μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας [b]ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας [c]καὶ πέραν τοῦ Ἰορδάνου [d]καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, [e]ἀκούοντες ὅσα [f]ἐποίει ἦλθον πρὸς αὐτόν. καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν· 10 πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:7 μετὰ … αὐτοῦ ἀνεχώρησεν WH Treg NIV ] ἀνεχώρησεν μετὰ … αὐτοῦ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:7 ἠκολούθησεν WH Treg NIV ] ἠκολούθησαν αὐτῷ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 *καὶ WH Treg RP NA ] + οἱ NIV
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 *καὶ WH Treg NIV ] + οἱ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 ἀκούοντες WH Treg NIV ] ἀκούσαντες RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 ἐποίει NIV RP ] ποιεῖ WH Treg