Add parallel Print Page Options

41 [a]αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.

42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν [b]προσάββατον, 43 [c]ἐλθὼν Ἰωσὴφ [d]ὁ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς [e]τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:41 αἳ WH NIV ] + καί Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:42 προσάββατον WH NIV RP ] πρὸς σάββατον Treg
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:43 ἐλθὼν WH Treg NIV ] ἦλθεν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:43 Treg NIV RP ] – WH
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:43 τὸν WH Treg NIV ] – RP