Add parallel Print Page Options

26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ [a]φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 27 καὶ ἐθαμβήθησαν [b]ἅπαντες, ὥστε συζητεῖν [c]πρὸς ἑαυτοὺς λέγοντας· Τί ἐστιν τοῦτο; [d]διδαχὴ καινή· κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. 28 [e]καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς [f]πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:26 φωνῆσαν WH Treg NIV ] κράξαν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 ἅπαντες WH Treg NIV ] πάντες RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 πρὸς ἑαυτοὺς Treg NIV RP ] αὐτοὺς WH
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:27 διδαχὴ καινή WH Treg NIV ] Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη ὅτι RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:28 καὶ ἐξῆλθεν WH Treg NIV ] Ἐξῆλθεν δὲ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:28 πανταχοῦ WH Treg NIV ] – RP