Add parallel Print Page Options

Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. ἐν τούτῳ [a]γινώσκετε τὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστιν, καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ [b]τὸν [c]Ἰησοῦν ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.

Read full chapter

Footnotes

  1. ΙΩΑΝΝΟΥ Α΄ 4:2 γινώσκετε WH Treg NIV ] γινώσκεται RP
  2. ΙΩΑΝΝΟΥ Α΄ 4:3 τὸν WH Treg NIV ] – RP
  3. ΙΩΑΝΝΟΥ Α΄ 4:3 Ἰησοῦν WH Treg NIV ] + Χριστὸν ἐν σαρκὶ ἐληλυθότα RP