Add parallel Print Page Options

25 καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.

26 Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. 27 καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ [a]μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ’ ὡς τὸ [b]αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, [c]μένετε ἐν αὐτῷ.

Read full chapter

Footnotes

  1. ΙΩΑΝΝΟΥ Α΄ 2:27 μένει ἐν ὑμῖν WH Treg NIV ] ἐν ὑμῖν μένει RP
  2. ΙΩΑΝΝΟΥ Α΄ 2:27 αὐτοῦ WH Treg NIV ] αὐτὸ RP
  3. ΙΩΑΝΝΟΥ Α΄ 2:27 μένετε WH Treg NIV] μενεῖτε RP