腓立比书 3
Chinese New Version (Simplified)
以认识基督为至宝
3 最后,我的弟兄们,你们要靠着主喜乐。我写这些话给你们,在我并不困难,对你们却是妥当的。
2 你们要提防那些“狗”,提防作恶的,提防行割礼的。 3 其实我们这些靠 神的灵来敬拜,在基督耶稣里夸口而不倚靠肉体的人,才是受割礼的, 4 虽然我有理由可以倚靠肉体。如果别人认为可以倚靠肉体,我就更加可以了; 5 我第八天受割礼,属于以色列民族便雅悯支派,是希伯来人所生的希伯来人。按着律法来说,我是个法利赛人; 6 按着热诚来说,我是迫害教会的;按着律法上的义来说,我是无可指摘的。 7 然而以前对我有益的,现在因着基督的缘故,我都当作是有损的。 8 不但这样,我也把万事当作是有损的,因为我以认识我主基督耶稣为至宝。为了他,我把万事都拋弃了,看作废物,为了要得着基督。 9 并且得以在他里面,不是有自己因律法而得的义,而是有因信基督而得的义,就是基于信心,从 神而来的义, 10 使我认识基督和他复活的大能,并且在他所受的苦上有分,受他所受的死; 11 这样,我也许可以从死人中复活。
向着目标竭力追求
12 这并不是说我已经得着了,已经完全了,而是竭力追求,好使我可以得着基督耶稣所以得着我的(“所以得着我的”或译:“要我得着的”)。 13 弟兄们,我不以为自己已经得着了,我只有一件事,就是忘记背后,努力前面的事, 14 向着目标竭力追求,为要得着 神在基督耶稣里召我往上去得的奖赏。 15 所以,我们中间凡是成熟的人,都应当这样思想。即使你们不是这样思想, 神也会把这事指示你们。 16 不过,我们到了甚么程度,就要照着甚么程度去行。
切望救主再临
17 弟兄们,你们要一同效法我,也要留意那些照着我们给你们的榜样而行的人。 18 我常常告诉你们,现在又流着泪说,有许多人行事为人,是基督十字架的仇敌, 19 他们的结局是灭亡,他们的神是自己的肚腹,他们以自己的羞辱为荣耀,所思想的都是地上的事。 20 但我们是天上的公民,切望救主,就是主耶稣基督,从天上降临; 21 他要运用那使万有归服自己的大能,改变我们这卑贱的身体,和他荣耀的身体相似。
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3
SBL Greek New Testament
3 Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές.
2 Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. 3 ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, 4 καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί.
Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον· 5 περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, 6 κατὰ [a]ζῆλος διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.
7 Ἀλλὰ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. 8 ἀλλὰ [b]μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι [c]σκύβαλα ἵνα Χριστὸν κερδήσω 9 καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, 10 τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ [d]κοινωνίαν παθημάτων αὐτοῦ, [e]συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ, 11 εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν [f]τὴν ἐκ νεκρῶν.
12 Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήμφθην ὑπὸ [g]Χριστοῦ. 13 ἀδελφοί, ἐγὼ ἐμαυτὸν [h]οὐ λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, 14 κατὰ σκοπὸν διώκω [i]εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ. 15 ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ θεὸς ὑμῖν ἀποκαλύψει· 16 πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ [j]στοιχεῖν.
17 Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς· 18 πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, 19 ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. 20 ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, 21 ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως [k]ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι [l]αὑτῷ τὰ πάντα.
Footnotes
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:6 ζῆλος WH Treg NIV ] ζῆλον RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:8 μενοῦνγε WH NIV ] μέν οὖν Treg RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:8 σκύβαλα WH Treg NIV ] + εἶναι RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:10 κοινωνίαν WH Treg ] τὴν κοινωνίαν τῶν NIV RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:10 συμμορφιζόμενος WH Treg NIV ] συμμορφούμενος RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:11 τὴν ἐκ WH Treg NIV ] τῶν RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:12 Χριστοῦ Treg ] Χριστοῦ Ἰησοῦ WH NIV; τοῦ Χριστοῦ Ἰησοῦ RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:13 οὐ Treg RP NA ] οὔπω WH NIV
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:14 εἰς WH Treg NIV ] ἐπὶ RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:16 στοιχεῖν WH Treg NIV ] + κανόνι τὸ ἀυτὸ φρονεῖν RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:21 ἡμῶν WH Treg NIV ] + εἰς τὸ γενέσθαι αὐτὸ RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:21 αὑτῷ WH ] αὐτῷ Treg NIV; ἑαυτῷ RP
Chinese New Version (CNV). Copyright © 1976, 1992, 1999, 2001, 2005 by Worldwide Bible Society.
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software