腓立比书 2
Chinese Contemporary Bible (Simplified)
效法基督
2 所以,如果你们在基督里受到鼓励,得到爱的安慰,与圣灵相通,有慈悲和怜悯之心, 2 就要同心合意,彼此相爱,灵里合一,思想一致,好让我的喜乐更充足。 3 凡事不可自私自利、爱慕虚荣,要心存谦卑,看别人比自己强。 4 各人不要只顾自己的事,也要为别人的需要着想。 5 你们应当有基督耶稣那样的心肠。
6 祂虽然本质上是上帝,
却没有紧紧抓住自己与上帝平等的地位不放,
7 反而甘愿放下一切,
取了奴仆的形象,
降生为人的样子。
8 祂以人的样子出现后,
就自愿卑微,顺服至死,
而且死在十字架上。
9 因此,上帝将祂升为至尊,
赐给祂超乎万名之上的名,
10 使一切天上的、
地上的和地底下的,
无不屈膝跪拜在耶稣的名下,
11 无不口称耶稣基督是主,
将荣耀归于父上帝。
暗世明灯
12 所以,我亲爱的弟兄姊妹,既然我在你们那里的时候,你们一向都很顺服;如今我不在你们那里,你们更要顺服,要战战兢兢地活出得救后应有的生命。 13 因为你们立志和行事都是上帝在你们心中工作,为要成就祂美好的旨意。
14 无论做什么事,都不要抱怨,也不要与人争论, 15 好使你们在这个弯曲败坏的时代中无可指责、诚实无伪,做上帝纯洁无瑕的儿女,如同明光照耀在世上, 16 坚守生命之道。这样,到了基督再来的时候,我可以夸口自己没有空跑一场,也没有白费功夫。 17 你们的信心就是献给上帝的事奉和祭物,即使在上面浇奠我的生命,我也很喜乐,并且和你们大家一同喜乐。 18 同样,你们也要喜乐,要和我一同喜乐。
保罗的得力同工
19 如果主耶稣许可,我希望尽快派提摩太去你们那里,我好知道你们的近况,心里得到安慰。 20 因为没有人像他那样跟我一同真正关心你们的事。 21 别人都只顾自己的事,并不关心耶稣基督的事。 22 但你们知道提摩太的为人,我与他情同父子,一起事奉和传扬福音。 23 所以,我的案子一旦明朗了,我会立刻派他去见你们。 24 我深信如果主许可,我自己很快也会去你们那里。
25 另外,我觉得有必要让以巴弗提回到你们那里。他是我的弟兄、同工和战友,也是你们差遣来服侍我、供应我需用的。 26 他很想念你们,并且感到不安,因为你们听说了他患病的事。 27 他确实病了,几乎丧命,但上帝怜悯了他,不但怜悯他,也怜悯了我,没让我忧上加忧。 28 所以,我想尽快派他回去与你们相聚,好让你们喜乐,也可以减少我的挂虑。 29 你们要在主里欢欢喜喜地接待他,而且要敬重像他这样的人。 30 他为了基督的工作,将生死置之度外,几乎丧命,以弥补你们服侍我的不足之处。
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2
SBL Greek New Testament
2 Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, 2 πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, 3 μηδὲν κατ’ ἐριθείαν [a]μηδὲ κατὰ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, 4 μὴ τὰ ἑαυτῶν [b]ἕκαστοι [c]σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων [d]ἕκαστοι. 5 τοῦτο [e]φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, 6 ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, 7 ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος 8 ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· 9 διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ [f]τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, 10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, 11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.
12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε, 13 [g]θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
14 Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, 15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ [h]ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ 16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα. 17 ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· 18 τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
19 Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. 20 οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει, 21 οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ [i]Ἰησοῦ Χριστοῦ. 22 τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. 23 τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς· 24 πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς, 26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας [j]ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν. 27 καὶ γὰρ ἠσθένησεν παραπλήσιον [k]θανάτῳ· ἀλλὰ ὁ θεὸς [l]ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. 28 σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ. 29 προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, 30 ὅτι διὰ τὸ ἔργον [m]Χριστοῦ μέχρι θανάτου ἤγγισεν, [n]παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.
Footnotes
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:3 μηδὲ κατὰ WH Treg NIV ] ἢ RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:4 *ἕκαστοι WH Treg ] ἕκαστος NIV RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:4 σκοποῦντες WH Treg NIV ] σκοπεῖτε RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:4 *ἕκαστοι WH Treg NIV ] ἕκαστος RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:5 φρονεῖτε WH Treg NIV ] γὰρ φρονείσθω RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:9 τὸ WH Treg NIV ] – RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:13 θεὸς WH Treg NIV ] ὁ θεὸς RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:15 ἄμωμα μέσον WH Treg NIV ] ἀμώμητα ἐν μέσῳ RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:21 Ἰησοῦ Χριστοῦ Treg NIV ] Χριστοῦ Ἰησοῦ WH RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:26 ὑμᾶς Treg NIV RP ] + ἰδεῖν WH
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:27 θανάτῳ Treg NIV RP ] θανάτου WH
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:27 ἠλέησεν αὐτόν WH Treg NIV ] αὐτόν ἠλέησεν RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:30 Χριστοῦ Treg NIV ] Κυρίου WH; τοῦ Χριστοῦ RP
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:30 παραβολευσάμενος WH Treg NIV ] παραβουλευσάμενος RP
Chinese Contemporary Bible Copyright © 1979, 2005, 2007, 2011 by Biblica® Used by permission. All rights reserved worldwide.
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software