约翰福音 17
Chinese Contemporary Bible (Simplified)
耶稣的祷告
17 耶稣说完后,就抬头望着天说:“父啊!时候到了,愿你使你的儿子得荣耀,好让你的儿子也使你得荣耀。 2 因为你把管理世人的权柄赐给了祂,使祂可以将永生赐予你交托给祂的人。 3 这永生就是,认识你——独一的真神,并且认识你所差来的耶稣基督。 4 我已经完成你交给我的工作,使你在地上得了荣耀。 5 父啊,现在让我和你同享创世以前我们所共有的荣耀吧!
6 “你从世上赐给我的人,我已将你[a]显明给他们。他们本来属于你,你将他们赐给了我,他们遵守你的道。 7 如今他们知道,你赐给我的一切都是从你那里来的, 8 因为我已经把你赐给我的道赐给他们,他们也接受了,并且确实知道我是从你那里来的,也相信是你差遣了我。
9 “我不为世人祈求,却为他们祈求,就是为你赐给我的那些人祈求,因为他们属于你。 10 一切属于我的都是你的,属于你的也是我的,我从他们身上得了荣耀。 11 现在我要离开这个世界去你那里了,他们却仍然留在世上。圣父啊,求你为了自己的名,就是你赐给我的名而保守他们,使他们像我们一样合而为一。 12 我和他们在一起的时候,靠着你赐给我的名保守他们,看顾他们。除了那个注定灭亡的人以外,他们一个也没有灭亡,这是为了应验圣经上的话。
13 “现在我要去你那里了,我趁着还在世上的时候这样说,是要叫他们心里充满我的喜乐。 14 我已将你的道赐给他们,世人恨他们,因为他们像我一样不属于这个世界。 15 我不求你带他们离开这个世界,但求你保守他们脱离那恶者。 16 因为他们像我一样不属于这个世界。 17 求你用真理,就是你的道,使他们圣洁。 18 你怎样差我到世上来,我也照样差他们到世人中间。 19 为了他们,我献上自己,使他们借着真理可以圣洁。
20 “我不但为这些人祈求,也为那些因他们的话而信我的人祈求, 21 使他们都合而为一,正如父你在我里面,我在你里面一样,并且使他们也在我们里面,好让世人相信是你差我来的。 22 我又将你赐给我的荣耀赐给他们,使他们像我们一样合而为一。 23 我在他们里面,你在我里面,好使他们也完完全全地合而为一。这样,世人便知道我是你差来的,而且知道你爱他们,就像爱我一样。
24 “父啊!我在哪里,愿你赐给我的人也在哪里,好让他们看见你赐给我的荣耀,因为在创世以前你已经爱我了。 25 公义的父啊!世界还未认识你以前,我已经认识你了,这些人也知道是你差我来的。 26 我使他们认识了你的名,我还要使他们更认识你,好让你对我的爱存在他们里面,我也在他们里面。”
Footnotes
- 17:6 “你”希腊文是“你的名”,“名”代表一个人的全部。
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17
SBL Greek New Testament
17 Ταῦτα [a]ἐλάλησεν Ἰησοῦς, καὶ [b]ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, [c]ἵνα ὁ [d]υἱὸς δοξάσῃ σέ, 2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ [e]δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. 3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. 4 ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον [f]τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω· 5 καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
6 Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς [g]ἔδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν κἀμοὶ αὐτοὺς [h]ἔδωκας, καὶ τὸν λόγον σου τετήρηκαν. 7 νῦν ἔγνωκαν ὅτι πάντα ὅσα [i]δέδωκάς μοι παρὰ σοῦ [j]εἰσιν· 8 ὅτι τὰ ῥήματα ἃ [k]ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. 9 ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν, 10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. 11 καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ [l]αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν, κἀγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν [m]καθὼς ἡμεῖς. 12 ὅτε ἤμην μετ’ [n]αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου [o]ᾧ δέδωκάς μοι, [p]καὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. 13 νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν [q]ἑαυτοῖς. 14 ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 15 οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. 16 ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ [r]οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 17 ἁγίασον αὐτοὺς ἐν τῇ [s]ἀληθείᾳ· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν. 18 καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· 19 καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα [t]ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.
20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, 21 ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, [u]πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν [v]ἡμῖν ὦσιν, ἵνα ὁ κόσμος [w]πιστεύῃ ὅτι σύ με ἀπέστειλας. 22 κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς [x]ἕν, 23 ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, [y]ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. 24 [z]πάτερ, [aa]ὃ δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ’ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν [ab]δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
25 [ac]Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας, 26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.
Footnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 ἐλάλησεν WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 ἐπάρας τοὺς … οὐρανὸν εἶπεν WH Treg NIV ] ἐπῆρεν τοὺς … οὐρανὸν καὶ εἶπεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 ἵνα WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:1 υἱὸς WH Treg NIV ] + σου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:2 δώσῃ Treg NIV ] δώσει WH RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:4 τελειώσας WH Treg NIV ] ἐτελείωσα RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:6 *ἔδωκάς WH Treg NIV ] δέδωκάς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:6 *ἔδωκας WH Treg NIV ] δέδωκας RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:7 δέδωκάς Treg NIV RP ] ἔδωκάς WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:7 εἰσιν WH Treg NIV ] ἐστιν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:8 ἔδωκάς WH Treg NIV ] δέδωκάς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:11 αὐτοὶ WH NIV ] οὗτοι Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:11 καθὼς WH NIV RP ] + καὶ Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:12 αὐτῶν WH Treg NIV ] + ἐν τῷ κόσμῳ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:12 ᾧ WH Treg NIV ] οὓς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:12 καὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:13 ἑαυτοῖς WH Treg NIV ] αὐτοῖς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:16 οὐκ εἰμὶ ἐκ τοῦ κόσμου WH Treg NIV ] ἐκ τοῦ κόσμου οὐκ εἰμὶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:17 ἀληθείᾳ WH Treg NIV ] + σου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:19 ὦσιν καὶ αὐτοὶ WH Treg NIV ] καὶ αὐτοὶ ὦσιν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:21 πάτερ WH NIV RP ] πατὴρ Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:21 ἡμῖν WH Treg NIV ] + ἓν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:21 πιστεύῃ WH Treg NIV ] πιστεύσῃ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:22 ἕν WH Treg NIV ] + ἐσμεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:23 ἵνα WH Treg NIV ] καὶ ἵνα RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:24 πάτερ WH NIV RP ] Πατήρ Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:24 ὃ WH Treg NIV ] οὕς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:24 δέδωκάς WH Treg NIV ] ἔδωκάς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:25 Πάτερ WH NIV RP ] Πατὴρ Treg
Chinese Contemporary Bible Copyright © 1979, 2005, 2007, 2011 by Biblica® Used by permission. All rights reserved worldwide.
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software