ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14
SBL Greek New Testament
14 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. 2 ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν [a]ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· 3 καὶ ἐὰν πορευθῶ [b]καὶ ἑτοιμάσω [c]τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. 4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε [d]τὴν ὁδόν. 5 λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· [e]πῶς [f]δυνάμεθα τὴν ὁδὸν εἰδέναι; 6 λέγει αὐτῷ [g]ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ. 7 εἰ [h]ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου [i]ἂν ᾔδειτε· [j]ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε [k]αὐτόν.
8 Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. 9 λέγει αὐτῷ ὁ Ἰησοῦς· [l]Τοσούτῳ χρόνῳ μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· [m]πῶς σὺ λέγεις· Δεῖξον ἡμῖν τὸν πατέρα; 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ [n]λέγω ὑμῖν ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ [o]πατὴρ ἐν ἐμοὶ [p]μένων ποιεῖ τὰ ἔργα [q]αὐτοῦ. 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ [r]πιστεύετε. 12 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν [s]πατέρα πορεύομαι· 13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ· 14 ἐάν τι αἰτήσητέ [t]με ἐν τῷ ὀνόματί μου [u]ἐγὼ ποιήσω.
15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς [v]τηρήσετε· 16 κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα [w]ᾖ μεθ’ ὑμῶν εἰς τὸν [x]αἰῶνα, 17 τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ [y]γινώσκει· [z]ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν [aa]ἔσται.
18 Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς. 19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς [ab]ζήσετε. 20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ [ac]γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. 21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. 22 λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης· Κύριε, [ad]τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ; 23 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ [ae]ποιησόμεθα. 24 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός.
25 Ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· 26 ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον [af]ὑμῖν. 27 εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. 28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν· Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν, [ag]ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ [ah]πατὴρ μείζων μού ἐστιν. 29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε. 30 οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν, 31 ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς [ai]ἐνετείλατο μοι ὁ πατὴρ οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
Footnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:2 ὅτι WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:3 καὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:3 τόπον ὑμῖν WH Treg NIV ] ὑμῖν τόπον RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:4 τὴν ὁδόν WH Treg NIV ] καὶ τὴν ὁδὸν οἴδατε RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:5 πῶς WH Treg NIV ] καὶ πῶς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:5 δυνάμεθα τὴν ὁδὸν εἰδέναι NIV RP ] οἴδαμεν τὴν ὁδὸν WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:6 ὁ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 ἐγνώκειτέ WH Treg NIV RP ] ἐγνώκατέ NA
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 ἂν ᾔδειτε WH Treg NIV] ἐγνώκειτε ἄν RP; γνώσεσθε NA
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 ἀπ᾽ WH Treg ] καὶ ἀπ᾽ NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 αὐτόν Treg NIV RP ] – WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:9 Τοσούτῳ χρόνῳ NIV ] Τοσοῦτον χρόνον WH Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:9 πῶς WH NIV ] καὶ πῶς Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 λέγω WH Treg NIV ] λαλῶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 πατὴρ WH NIV ] + ὁ Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 μένων WH Treg NIV ] + αὐτὸς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 αὐτοῦ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:11 πιστεύετε WH NIV ] + μοι Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:12 πατέρα WH Treg NIV ] + μου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:14 με WH NIV RP ] – Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:14 ἐγὼ Treg NIV RP ] τοῦτο WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:15 τηρήσετε WH Treg NIV ] τηρήσατε RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:16 ᾖ WH Treg ] – NIV; + μένῃ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:16 αἰῶνα WH Treg RP ] + ᾖ NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:17 γινώσκει WH NIV ] + αὐτό Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:17 ὑμεῖς WH NIV ] + δὲ Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:17 ἔσται NIV RP ] ἐστίν WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:19 ζήσετε WH Treg NIV ] ζήσεσθε RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:20 γνώσεσθε ὑμεῖς NIV RP ] ὑμεῖς γνώσεσθε WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:22 τί WH Treg ] καὶ τί NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:23 ποιησόμεθα WH Treg NIV ] ποιήσομεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:26 ὑμῖν Treg RP ] + ἐγώ WH NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:28 ὅτι WH Treg NIV ] + εἶπον RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:28 πατὴρ WH Treg NIV ] + μου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:31 ἐνετείλατο NIV RP ] ἐντολὴν ἔδωκέν WH Treg
约翰福音 14
Chinese Contemporary Bible (Simplified)
耶稣是道路、真理、生命
14 耶稣继续说:“你们心里不要忧愁,你们要信上帝,也要信我。 2 我父的家里有许多住处,不然我就不会说去为你们安排地方了。 3 我安排好了以后,必定回来接你们到我那里。我在哪里,让你们也在哪里。 4 你们知道通往我要去的地方的路。”
5 多马说:“主啊,你要去哪里,我们还不知道,又怎么会知道路呢?”
6 耶稣说:“我就是道路、真理、生命,若不借着我,没有人能到父那里。 7 你们若认识我,也会认识我的父。从现在起,你们不但认识祂,而且也看见祂了。”
8 腓力说:“主啊!求你让我们看看父,我们就心满意足了。”
9 耶稣说:“腓力,我和你们相处了这么久,你还不认识我吗?人看见了我,就看见了父,你怎么说‘让我们看看父’呢? 10 难道你不相信我在父里面,父也在我里面吗?我这些话不是凭自己讲的,而是住在我里面的父在做祂自己的工作。 11 你们应当相信我在父里面,父也在我里面。即使你们不信,也应该因我所做的而信我。 12 我实实在在地告诉你们,我所做的事,信我的人也要做,而且要做更大的事,因为我要回到父那里。 13 你们奉我的名无论求什么,我必应允,好让父在子身上得到荣耀。 14 你们若奉我的名向我求什么,我必应允。
应许赐下圣灵
15 “你们若爱我,就必遵守我的命令。 16 我要求父另外赐一位护慰者给你们,祂要永远和你们同在。 17 祂是真理的灵,世人不接受祂,因为他们看不见祂,也不认识祂;但你们却认识祂,因祂常与你们同在,并且要住在你们里面。 18 我不会撇下你们为孤儿,我必到你们这里来。 19 不久,世人就看不见我了,而你们却能看见我,因为我活着,你们也要活着。 20 到了那一天,你们就知道我在父里面,你们在我里面,我也在你们里面。 21 接受我的命令又遵行的,就是爱我的人。爱我的,父必定爱他,我也要爱他,并且要亲自向他显现。”
22 犹大,不是后来出卖耶稣的犹大,问耶稣:“主啊,你为什么只向我们显现而不向世人显现呢?”
23 耶稣回答说:“爱我的人必遵行我的道,我父也必爱他,并且我们要到他那里与他同住。 24 不爱我的人不会遵行我的道。你们所听见的道不是出于我自己,而是出于差我来的父。 25 我还与你们在一起的时候,将这些事情都告诉了你们。 26 但护慰者,就是父为我的名而差来的圣灵,将教导你们一切的事,并使你们想起我对你们说的一切话。 27 我把平安留给你们,把我的平安赐给你们,我赐给你们的平安不像世人给的平安。你们心里不要忧愁,也不要害怕。
28 “我对你们说过,我去了还要再回到你们这里。如果你们真的爱我,就应当为我去父那里而欢喜快乐,因为父比我大。 29 现在事情还没有发生,我便先告诉你们,到了事情发生的时候,你们就会相信。 30 我不再跟你们多谈,因为世界的王快要来了。他根本没有力量胜过我, 31 但这是为了让世人知道我爱父,父怎么吩咐我,我就怎么做。起来,我们走吧!”
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software
Chinese Contemporary Bible Copyright © 1979, 2005, 2007, 2011 by Biblica® Used by permission. All rights reserved worldwide.