希伯来书 7
Chinese Union Version Modern Punctuation (Simplified)
麦基洗德为祭司与神的儿子相似
7 这麦基洗德就是撒冷王,又是至高神的祭司,本是长远为祭司的。他当亚伯拉罕杀败诸王回来的时候,就迎接他,给他祝福。 2 亚伯拉罕也将自己所得来的,取十分之一给他。他头一个名翻出来就是“仁义王”,他又名“撒冷王”,就是“平安王”的意思。 3 他无父、无母、无族谱,无生之始,无命之终,乃是与神的儿子相似。
4 你们想一想,先祖亚伯拉罕将自己所掳来上等之物取十分之一给他,这人是何等尊贵呢! 5 那得祭司职任的利未子孙,领命照例向百姓取十分之一;这百姓是自己的弟兄,虽是从亚伯拉罕身[a]中生的,还是照例取十分之一。 6 独有麦基洗德,不与他们同谱,倒收纳亚伯拉罕的十分之一,为那蒙应许的亚伯拉罕祝福。 7 从来位分大的给位分小的祝福,这是驳不倒的理。 8 在这里收十分之一的都是必死的人,但在那里收十分之一的,有为他作见证的说他是活的。 9 并且可说那受十分之一的利未,也是借着亚伯拉罕纳了十分之一, 10 因为麦基洗德迎接亚伯拉罕的时候,利未已经在他先祖的身[b]中。
11 从前百姓在利未人祭司职任以下受律法,倘若借这职任能得完全,又何用另外兴起一位祭司,照麦基洗德的等次,不照亚伦的等次呢? 12 祭司的职任既已更改,律法也必须更改。 13 因为这话所指的人本属别的支派,那支派里从来没有一人伺候祭坛。 14 我们的主分明是从犹大出来的,但这支派,摩西并没有提到祭司。 15 倘若照麦基洗德的样式,另外兴起一位祭司来,我的话更是显而易见的了。 16 他成为祭司,并不是照属肉体的条例,乃是照无穷[c]之生命的大能; 17 因为有给他作见证的说:“你是照着麦基洗德的等次永远为祭司。” 18 先前的条例因软弱无益,所以废掉了—— 19 律法原来一无所成——就引进了更美的指望,靠这指望,我们便可以进到神面前。
耶稣长远活着替人祈求
20 再者,耶稣为祭司,并不是不起誓立的。 21 至于那些祭司,原不是起誓立的,只有耶稣是起誓立的,因为那立他的对他说:“主起了誓,决不后悔,你是永远为祭司。” 22 既是起誓立的,耶稣就做了更美之约的中保。 23 那些成为祭司的,数目本来多,是因为有死阻隔,不能长久。 24 这位既是永远常存的,他祭司的职任就长久不更换。 25 凡靠着他进到神面前的人,他都能拯救到底,因为他是长远活着,替他们祈求。
26 像这样圣洁、无邪恶、无玷污、远离罪人、高过诸天的大祭司,原是于我们合宜的。 27 他不像那些大祭司,每日必须先为自己的罪,后为百姓的罪献祭;因为他只一次将自己献上,就把这事成全了。 28 律法本是立软弱的人为大祭司,但在律法以后起誓的话,是立儿子为大祭司,乃是成全到永远的。
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7
SBL Greek New Testament
7 Οὗτος γὰρ ὁ Μελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, [a]ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν, 2 ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης, 3 ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.
4 Θεωρεῖτε δὲ πηλίκος οὗτος [b]ᾧ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. 5 καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ’ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ· 6 ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν [c]Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν. 7 χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. 8 καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. 9 καὶ ὡς ἔπος εἰπεῖν, δι’ Ἀβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται, 10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ [d]Μελχισέδεκ.
11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπ’ [e]αὐτῆς [f]νενομοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; 12 μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. 13 ἐφ’ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ· 14 πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν [g]περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν.
15 Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος, 16 ὃς οὐ κατὰ νόμον ἐντολῆς [h]σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου, 17 [i]μαρτυρεῖται γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ. 18 ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές, 19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ θεῷ.
20 Καὶ καθ’ ὅσον οὐ χωρὶς ὁρκωμοσίας (οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, 21 ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· Ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται, Σὺ ἱερεὺς εἰς τὸν [j]αἰῶνα), 22 κατὰ [k]τοσοῦτο [l]κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.
23 Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· 24 ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· 25 ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
26 Τοιοῦτος γὰρ ἡμῖν [m]καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· 27 ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ (τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας)· 28 ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱόν, εἰς τὸν αἰῶνα τετελειωμένον.
Footnotes
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:1 ὁ WH NIV RP ] ὃς Treg
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:4 ᾧ WH Treg ] + καὶ NIV RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:6 Ἀβραάμ WH Treg NIV ] τὸν Ἀβραάμ RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:10 Μελχισέδεκ WH Treg NIV ] ὁ Μελχισέδεκ RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:11 αὐτῆς WH Treg NIV ] αὐτῇ RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:11 νενομοθέτηται WH Treg NIV ] νενομοθέτητο RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:14 περὶ ἱερέων οὐδὲν WH Treg NIV ] οὐδὲν περὶ ἱερωσύνης RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:16 σαρκίνης WH Treg NIV ] σαρκικῆς RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:17 μαρτυρεῖται WH Treg NIV ] μαρτυρεῖ RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:21 αἰῶνα WH Treg NIV ] + κατὰ τὴν τάξιν Μελχισεδέκ RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:22 τοσοῦτο WH Treg NIV ] τοσοῦτον RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:22 κρείττονος Treg RP ] καὶ κρείττονος WH NIV
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:26 καὶ WH Treg NIV ] – RP
Copyright © 2011 by Global Bible Initiative
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software