羔羊与封印的书卷

接着,我看见坐在宝座上的那位右手拿着一卷内外写着字、用七个印封住的书。 有一位大力天使高声问道:“谁有资格揭开那七个封印,打开那卷书?” 可是,天上、地上、甚至地底下都没有人有资格揭开并阅读那卷书。 我见无人有资格揭开并阅读那卷书,便放声大哭。 有一位长老对我说:“不要哭。你看,犹大支派的狮子、大卫的根已经得胜了!祂能揭开那七个封印,打开那卷书。”

我又看到宝座、四个活物和众长老之间站着一只好像是被宰杀过的羔羊。祂身上的七只角和七只眼睛代表奉差遣到普天下去的上帝的七灵。 那羔羊走上前去,从坐在宝座上的那位右手中接过书卷。 祂拿过书卷后,四个活物和二十四位长老就俯伏在羔羊面前,各拿着竖琴和盛满了香的金香炉。那些香就是众圣徒的祈祷。 他们唱着一首新歌:

“你配拿书卷并揭开封印,
因你曾被杀,
用你的血从各部落、各语言族群、各民族、各国家,
将人买赎回来归给上帝。
10 你又使他们成为上帝的国度和祭司,
他们要在地上执掌王权。”

11 我看见宝座、四个活物和众长老的周围有千千万万的天使,又听见他们高声呼喊: 12 “那被杀的羔羊配得权柄、财富、智慧、能力、尊贵、荣耀和颂赞!”

13 我又听到天上、地上、地底下和海洋中一切被造之物同声说:“愿颂赞、尊贵、荣耀和权柄都归于坐在宝座上的那位和羔羊,直到永永远远!” 14 四个活物就说:“阿们!”众长老也俯伏敬拜。

Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ [a]ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς [b]ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ [c]οὐρανῷ [d]οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ [e]ἐγὼ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό· καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, [f]ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.

Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον [g]ἑστηκὸς ὡς ἐσφαγμένον, [h]ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, [i]οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, [j]ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν. καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν [k]αἱ προσευχαὶ τῶν ἁγίων· καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ [l]θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, 10 καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν [m]βασιλείαν καὶ ἱερεῖς, καὶ [n]βασιλεύουσιν ἐπὶ τῆς γῆς.

11 Καὶ εἶδον, καὶ [o]ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων, 12 λέγοντες φωνῇ μεγάλῃ· Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν [p]καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. 13 καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς [q]θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς [r]πάντα, ἤκουσα λέγοντας· Τῷ καθημένῳ ἐπὶ [s]τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν [t]αἰώνων. 14 καὶ τὰ τέσσαρα ζῷα [u]ἔλεγον· Ἀμήν. καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:1 ὄπισθεν WH Treg NIV ] ἔξωθεν RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:2 ἄξιος WH Treg NIV ] + ἐστιν RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:3 οὐρανῷ WH Treg NIV ] + ἄνω RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:3 οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ WH Treg NIV ] οὔτε ἐπὶ τῆς γῆς οὔτε RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:4 ἐγὼ WH Treg RP ] – NIV
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:5 ἀνοῖξαι WH Treg NIV ] ὁ ἀνοίγων RP
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 ἑστηκὸς WH NIV RP ] ἑστηκὼς Treg
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 ἔχων WH Treg NIV ] ἔχον RP
  9. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 οἵ WH Treg NIV ] ἃ RP
  10. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 ἀπεσταλμένοι WH Treg NIV ] ἀποστελλόμενα RP
  11. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:8 αἱ WH Treg NIV ] – RP
  12. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:9 θεῷ WH NIV ] + ἡμᾶς Treg RP
  13. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:10 βασιλείαν WH Treg NIV ] βασιλεῖς RP
  14. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:10 βασιλεύουσιν WH Treg ] βασιλεύσουσιν NIV RP
  15. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:11 ἤκουσα WH Treg NIV ] + ὡς RP
  16. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:12 καὶ WH Treg NIV ] + τὸν RP
  17. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:13 θαλάσσης Treg NIV ] +ἐστίν WH RP
  18. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:13 πάντα WH Treg NIV ] πάντας RP
  19. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:13 τῷ θρόνῳ NIV ] τοῦ θρόνου WH Treg RP
  20. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:13 αἰώνων WH Treg NIV ] + Ἀμήν RP
  21. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:14 ἔλεγον WH Treg NIV ] λέγοντα τὸ RP