启示录 5
Chinese Contemporary Bible (Simplified)
羔羊与封印的书卷
5 接着,我看见坐在宝座上的那位右手拿着一卷内外写着字、用七个印封住的书。 2 有一位大力天使高声问道:“谁有资格揭开那七个封印,打开那卷书?” 3 可是,天上、地上、甚至地底下都没有人有资格揭开并阅读那卷书。 4 我见无人有资格揭开并阅读那卷书,便放声大哭。 5 有一位长老对我说:“不要哭。你看,犹大支派的狮子、大卫的根已经得胜了!祂能揭开那七个封印,打开那卷书。”
6 我又看到宝座、四个活物和众长老之间站着一只好像是被宰杀过的羔羊。祂身上的七只角和七只眼睛代表奉差遣到普天下去的上帝的七灵。 7 那羔羊走上前去,从坐在宝座上的那位右手中接过书卷。 8 祂拿过书卷后,四个活物和二十四位长老就俯伏在羔羊面前,各拿着竖琴和盛满了香的金香炉。那些香就是众圣徒的祈祷。 9 他们唱着一首新歌:
“你配拿书卷并揭开封印,
因你曾被杀,
用你的血从各部落、各语言族群、各民族、各国家,
将人买赎回来归给上帝。
10 你又使他们成为上帝的国度和祭司,
他们要在地上执掌王权。”
11 我看见宝座、四个活物和众长老的周围有千千万万的天使,又听见他们高声呼喊: 12 “那被杀的羔羊配得权柄、财富、智慧、能力、尊贵、荣耀和颂赞!”
13 我又听到天上、地上、地底下和海洋中一切被造之物同声说:“愿颂赞、尊贵、荣耀和权柄都归于坐在宝座上的那位和羔羊,直到永永远远!” 14 四个活物就说:“阿们!”众长老也俯伏敬拜。
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5
SBL Greek New Testament
5 Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ [a]ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. 2 καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς [b]ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; 3 καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ [c]οὐρανῷ [d]οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. 4 καὶ [e]ἐγὼ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό· 5 καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, [f]ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
6 Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον [g]ἑστηκὸς ὡς ἐσφαγμένον, [h]ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, [i]οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, [j]ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν. 7 καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. 8 καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν [k]αἱ προσευχαὶ τῶν ἁγίων· 9 καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ [l]θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, 10 καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν [m]βασιλείαν καὶ ἱερεῖς, καὶ [n]βασιλεύουσιν ἐπὶ τῆς γῆς.
11 Καὶ εἶδον, καὶ [o]ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων, 12 λέγοντες φωνῇ μεγάλῃ· Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν [p]καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. 13 καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς [q]θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς [r]πάντα, ἤκουσα λέγοντας· Τῷ καθημένῳ ἐπὶ [s]τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν [t]αἰώνων. 14 καὶ τὰ τέσσαρα ζῷα [u]ἔλεγον· Ἀμήν. καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.
Footnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:1 ὄπισθεν WH Treg NIV ] ἔξωθεν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:2 ἄξιος WH Treg NIV ] + ἐστιν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:3 οὐρανῷ WH Treg NIV ] + ἄνω RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:3 οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ WH Treg NIV ] οὔτε ἐπὶ τῆς γῆς οὔτε RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:4 ἐγὼ WH Treg RP ] – NIV
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:5 ἀνοῖξαι WH Treg NIV ] ὁ ἀνοίγων RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 ἑστηκὸς WH NIV RP ] ἑστηκὼς Treg
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 ἔχων WH Treg NIV ] ἔχον RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 οἵ WH Treg NIV ] ἃ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:6 ἀπεσταλμένοι WH Treg NIV ] ἀποστελλόμενα RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:8 αἱ WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:9 θεῷ WH NIV ] + ἡμᾶς Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:10 βασιλείαν WH Treg NIV ] βασιλεῖς RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:10 βασιλεύουσιν WH Treg ] βασιλεύσουσιν NIV RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:11 ἤκουσα WH Treg NIV ] + ὡς RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:12 καὶ WH Treg NIV ] + τὸν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:13 θαλάσσης Treg NIV ] +ἐστίν WH RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:13 πάντα WH Treg NIV ] πάντας RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:13 τῷ θρόνῳ NIV ] τοῦ θρόνου WH Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:13 αἰώνων WH Treg NIV ] + Ἀμήν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:14 ἔλεγον WH Treg NIV ] λέγοντα τὸ RP
Chinese Contemporary Bible Copyright © 1979, 2005, 2007, 2011 by Biblica® Used by permission. All rights reserved worldwide.
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software