ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4
Tyndale House Greek New Testament
4 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ᾽ ἐμοῦ λέγων· ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα. 2 εὐθέως ἐγενόμην ἐν πνεύματι καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος. 3 καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ καὶ [a]ἶρις κυκλόθεν τοῦ θρόνου ὅμοιος ὁράσει σμαραγδίνῳ. 4 καὶ κυκλόθεν τοῦ θρόνου [b]θρόνους εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. 5 καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου [c]ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, 6 καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ, καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῶα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν. 7 καὶ τὸ ζῶον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῶον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῶον [d]ἔχων τὸ πρόσωπον [e]ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῶον ὅμοιον ἀετῷ πετομένῳ. 8 καὶ τὰ τέσσαρα ζῶα, ἓν καθ᾽ ἓν αὐτῶν [f]ἔχων ἀνὰ πτέρυγας ἓξ κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες· ἅγιος ἅγιος ἅγιος κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος. 9 καὶ ὅταν δώσουσιν τὰ ζῶα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, 10 πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες· 11 ἄξιος εἶ, ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν. ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.
Footnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:3 ἶρις א2(ιρεις) P 69 1424; ιερεις א* A
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:4 θρόνους εἴκοσι τέσσαρες א A; θρονοι εικοσι τεσσαρες P 69 1424(κ̅δ numeral 24)
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:5 ἅ εἰσιν א2 P; α εστιν A; αι εισιν 1424; και 69
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:7 ἔχων A 1424; εχον א P 69
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:7 ὡς ἀνθρώπου A; ανθρωπου 69 1424; ως ανθρωπος P; ως ομοιον ανθρωπω א
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 4:8 ἔχων A; εχον 69 1424; ειχον א; εχοντα P
啟示錄 4
Chinese Contemporary Bible (Traditional)
天上的敬拜
4 此後,我再觀看,見天上有一扇門開了,又聽見剛才那個像號角般響亮的聲音對我說:「你上這裡來,我要把以後必發生的事指示給你看。」 2 我便立刻被聖靈感動,看見天上安設著一個寶座,有一位坐在寶座上, 3 閃耀著碧玉和紅寶石般的光彩。有一道翡翠般的彩虹圍繞著寶座。 4 寶座的周圍設有二十四個座位,有二十四位長老坐在上面,他們身穿白袍,頭戴金冠。 5 從寶座中有閃電、響聲、雷鳴發出,寶座前面燃燒著七把火炬,代表[a]上帝的七靈。 6 寶座前還有一個水晶般的玻璃海,寶座的四周有四個活物,他們前後都長滿了眼睛。 7 第一個活物像獅子,第二個像牛犢,第三個有人的面孔,第四個像飛鷹。 8 這四個活物各有三對翅膀,翅膀內外都長滿眼睛。他們晝夜不停地說:
「聖哉!聖哉!聖哉!
主上帝是昔在、今在、
以後永在的全能者。」
9 每逢這些活物將榮耀、尊貴、感謝獻給坐在寶座上、活到永永遠遠的那位時, 10 二十四位長老就俯伏在坐寶座的那位面前,敬拜那位永活者,又摘下他們頭上的冠冕,放在寶座前,說:
11 「我們的主,我們的上帝,
你配得榮耀、尊貴和權能,
因你創造了萬物,
萬物都因你的旨意被創造而存在。」
Footnotes
- 4·5 「代表」希臘文是「就是」。
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
