Add parallel Print Page Options

Τῷ ἀγγέλῳ [a]τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσέων· οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον καὶ τὴν ὑπομονήν σου καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακοὺς καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς. καὶ ὑπομονὴν ἔχεις καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου καὶ οὐ κεκοπίακες. ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες. μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί [b]σοι καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν ἃ κἀγὼ μισῶ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς [c]ἐκκλησίαις· τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ [d]θεοῦ.

Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν· οἶδά σου [e]τὴν θλίψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ, καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων [f]Ἰουδαίους εἶναι ἑαυτοὺς καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ σατανᾶ. 10 μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν· ἰδοὺ μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἕξετε θλίψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. 11 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις· ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.

12 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν· 13 οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ σατανᾶ, καὶ κρατεῖς τὸ ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου [g]καὶ ἐν ταῖς ἡμέραις [h]Ἀντίπας ὁ μάρτυς μου ὁ [i]πιστός, ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν ὅπου ὁ σατανᾶς κατοικεῖ. 14 ἀλλ᾽ ἔχω κατὰ σοῦ ὀλίγα ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδασκεν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι. 15 οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως. 16 μετανόησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. 17 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις· τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.

18 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρὸς καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· 19 οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων. 20 ἀλλ᾽ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ, [j]ἡ λέγουσα ἑαυτὴν προφῆτιν καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα. 21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς. 22 ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλίψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς. 23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ, καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. 24 ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ σατανᾶ ὡς λέγουσιν· οὐ βάλλω ἐφ᾽ ὑμᾶς ἄλλο βάρος, 25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχρι οὗ ἂν ἥξω. 26 καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν· 27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ [k]συντρίβεται 28 ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου. καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν. 29 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:1 τῆς א P 69 1424; τω A C
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:5 σοι א A C P; add ταχυ 69 1424
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:7 ἐκκλησίαις א P 69 1424; επτα εκκλησιαις A; εκκλησιαις ταις επτα C
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:7 θεοῦ א A C P; add μου 69 1424
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:9 τὴν θλίψιν A C P; τα εργα και την θλιψιν א 69 1424
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:9 Ἰουδαίους א2 A P 69 1424; ιουδαιων א* C
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:13 καὶ‌3 A C; omit א P 69 1424
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:13 Ἀντίπας A C; εν αις αντιπας א*(ταις for αις) א2 P; αις αντιπας 69 1424
  9. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:13 πιστός א P 1424; ♦ πιστος μου A C 69
  10. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:20 ἡ λέγουσα א* A C; την λεγουσαν א2 P; η λεγει 69 1424
  11. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2:27 συντρίβεται א A C; συντριβησεται P 69 1424

給以弗所教會的信

「你要寫信告訴以弗所教會的天使,那位右手拿著七顆星、往來於七個金燈臺中间的主說,

『我知道你的行為、勞碌和堅忍,也知道你嫉惡如仇,曾查驗出那些假冒的使徒,揭穿他們的虛假。 你曾堅定不移地為我的名受苦,沒有氣餒。 但有一件事我要責備你,就是你把起初的愛心丟棄了。 因此,要回想你在哪裡跌倒了,並且悔改,照起初所行的去行。否則,我就要到你那裡,將你的燈臺從原處拿走。 然而你還有一點可取之處,就是你跟我一樣痛恨尼哥拉黨人的行徑。

『聖靈對各教會所說的話,凡有耳朵的都應當聽。我必將上帝樂園中生命樹上的果子賜給得勝者吃。』

給士每拿教會的信

「你要寫信告訴士每拿教會的天使,那位首先的、末後的、死而復活的主說,

『我知道你遭受的苦難和貧窮,其實你是富足的。我也知道那些人對你的毀謗,他們自稱為猶太人,其實不是,而是撒旦的同夥[a] 10 你不要害怕將要遭受的苦難。魔鬼要將你們當中的一些人下在監裡,試煉你們,你們必遭受十天的迫害。但你要至死忠心,我必賜給你生命的冠冕。

11 『聖靈對各教會所說的話,凡有耳朵的都應當聽。得勝者必不被第二次死亡所害。』

給別迦摩教會的信

12 「你要寫信告訴別迦摩教會的天使,那位有兩刃利劍的主說,

13 『我知道你住在撒旦稱王的地方。當我忠心的見證人安提帕在你們這撒旦盤踞之處殉道的時候,你仍然堅守我的名,仍然信靠我。 14 不過有幾件事我要責備你,你那裡有人隨從巴蘭的教導。這巴蘭從前教巴勒在以色列人面前佈下網羅,使他們吃祭過偶像的食物、犯淫亂的罪。 15 同樣,你們當中也有人附從尼哥拉黨的教導。 16 所以你要悔改,否則我必迅速到你那裡,用我口中的劍攻擊他們。

17 『聖靈對各教會所說的話,凡有耳朵的都應當聽。我必將隱藏的嗎哪賜給得勝者。我也要賜給他一塊白石,石上刻著一個新名字,除了那領受的人以外,沒有人認識。』

給推雅推喇教會的信

18 「你要寫信告訴推雅推喇教會的天使,那位雙目如火焰、雙腳像閃亮精銅的上帝的兒子說,

19 『我知道你的行為、愛心、信心、事奉、堅忍,也知道你末後所做的善事比起初更多。 20 可是有一件事我要責備你,就是你容許那自稱是先知的婦人耶洗別教導我的眾奴僕,引誘他們淫亂、吃祭過偶像的食物。 21 我曾給她悔改的機會,她卻不肯悔改、離棄自己的淫亂行為, 22 所以我必叫她臥病在床。那些與她有染的人若不悔改,也必遭受極大的苦難。 23 我要擊殺她的爪牙[b],使眾教會都知道我洞察人的心思意念,我要照你們各人的行為對待你們。

24 『至於你們其餘在推雅推喇的人,就是不聽那邪說、沒有學習所謂的撒旦玄學的人,我告訴你們,我不會將別的重擔放在你們身上。 25 但你們要好好持守自己已經得到的,一直到我來。 26 至於那得勝又遵守我命令到底的人,我必賜給他統治列國的權柄, 27 正如我從我父得到的權柄。他必用鐵杖管轄列國,將他們如同陶器一般打得粉碎。 28 我也要把晨星賜給他。

29 『聖靈對各教會所說的話,凡有耳朵的都應當聽。』

Footnotes

  1. 2·9 撒旦的同夥」希臘文是「撒旦的會眾」,用以表達與「耶和華的會眾」對立。
  2. 2·23 爪牙」希臘文是「兒女」。