使徒行傳 18
Chinese Contemporary Bible (Traditional)
保羅在哥林多傳道
18 這事之後,保羅離開雅典前往哥林多, 2 在那裡認識了一位在本都出生的猶太人亞居拉。由於克勞狄命令所有的猶太人離開羅馬,他最近和妻子百基拉從義大利來到哥林多。保羅拜訪了他們。 3 他們夫婦跟保羅是同行,都以製造帳篷為業,保羅就留下來和他們同住,一起做工。 4 保羅每個安息日都到會堂與猶太人和希臘人辯論,勸導他們信主。
5 西拉和提摩太從馬其頓來了之後,保羅就把全部時間都用來傳道,向猶太人證明耶穌是基督。 6 可是,猶太人反對、毀謗保羅。保羅便抖掉衣服上的灰塵,對他們說:「你們的罪都歸在你們自己頭上,與我無關!從今以後,我要去外族人那裡了。」 7 保羅就離開那裡,來到一位敬畏上帝、名叫提多·猶士都的人家裡,他家就在會堂隔壁。 8 會堂主管基利司布和他全家都信了主,許多哥林多人聽了道後,也信了主,受了洗。
9 一天晚上,主在異象中對保羅說:「不要怕,只管繼續傳講,不要停! 10 因為我與你同在,沒有人能夠傷害你,在這城裡還有許多屬我的子民。」 11 保羅就在那裡住了一年半,傳授上帝的道。
12 迦流出任亞該亞總督時,猶太人聯合起來攻擊保羅,把他拉上法庭, 13 說:「這個人教唆百姓不按律法敬拜上帝。」
14 保羅剛要開口,迦流就對猶太人說:「你們這些猶太人!如果這事涉及什麼罪行冤情,我當然會處理。 15 但如果只是關於字句、名稱和你們猶太律法的爭論,你們自己去解決吧,我不受理!」 16 隨即把他們趕出了法庭。 17 到了庭外,眾人揪住會堂主管所提尼,把他痛打一頓。迦流卻置之不理。
保羅回到安提阿
18 保羅繼續在哥林多逗留了相當時日,才向弟兄姊妹道別。他和百基拉、亞居拉乘船前往敘利亞。保羅因為許過願,就在堅革哩剃了頭髮。 19 到了以弗所,保羅離開亞居拉夫婦,獨自進入會堂跟猶太人辯論。 20 眾人請保羅多留幾天,保羅婉言謝絕了。 21 他向眾人道別,說:「如果上帝許可,我會回來。」然後上船離開了以弗所。 22 他在凱撒利亞登岸後,先上耶路撒冷去問候教會,再下到安提阿。 23 他在安提阿逗留了一些日子,然後離開那裡,走遍加拉太和弗呂迦地區,到處堅固門徒的信心。
亞波羅放膽傳道
24 那時有一個生於亞歷山大、名叫亞波羅的猶太人來到以弗所。他博學善辯,熟悉聖經。 25 他在主的道上曾受過栽培,心裡火熱,能正確地講解和教導有關耶穌的事,但他只知道約翰的洗禮。 26 他在會堂裡勇敢地講道。百基拉和亞居拉聽了以後,便請他到家裡,將上帝的道更詳細地告訴他。 27 亞波羅有意去亞該亞,以弗所的弟兄姊妹就鼓勵他,並寫信請當地的門徒接待他。亞波羅到了之後,帶給當地蒙恩信主的人很大幫助。 28 他在公眾面前有力地駁倒猶太人,引用聖經證明耶穌就是基督。
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18
Tyndale House Greek New Testament
18 Μετὰ ταῦτα [a]χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον, 2 καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς· 3 καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ᾽ αὐτοῖς καὶ ἠργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ· 4 διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.
5 Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν χριστὸν Ἰησοῦν.
6 Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν, καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.
7 Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι [b]Ἰούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. 8 Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
9 Εἶπεν δὲ ὁ κύριος ἐν νυκτὶ δι᾽ ὁράματος τῷ Παύλῳ· μὴ φοβοῦ ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, 10 διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε· διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ· 11 ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
12 Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, 13 λέγοντες ὅτι παρὰ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν.
14 Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥαδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν· 15 εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι. 16 καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
17 Ἐπιλαβόμενοι δὲ [c]πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν.
18 Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ἐν Κενχρεαῖς τὴν κεφαλήν· εἶχεν γὰρ εὐχήν. 19 κατήντησαν δὲ εἰς Ἔφεσον· κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς Ἰουδαίοις. 20 ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν· 21 ἀλλὰ ἀποταξάμενος καὶ [d]εἰπών· πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς Ἐφέσου. 22 καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς Ἀντιόχειαν· 23 καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, [e]στηρίζων πάντας τοὺς μαθητάς.
24 Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. 25 οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου· 26 οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ Πρίσκιλλα καὶ Ἀκύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο [f]τὴν ὁδὸν τοῦ θεοῦ. 27 βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· 28 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν.
Footnotes
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18:1 χωρισθεὶς P41 P74 א B D; add ο παυλος A E L P Ψ 69 1424
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18:7 Ἰούστου A B2 D* L Ψ 69 1424; ♦ τιτου ιουστου P74(vid τιτο̣[υ) א E P; τιτιου ιουστου B* D1
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18:17 πάντες P74 א A B; add οι ελληνες D E L P Ψ 69 1424
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18:21 εἰπών P74 א A B E; add δει με παντως την εορτην την ερχομενην ποιησαι εις ιεροσολυμα L P Ψ 69 1424; add δει με παντως την εορτην ημεραν ερχομενην ποιησαι εις ιεροσολυμα D*(δε for με) D2
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18:23 στηρίζων P74 א A B; επιστηριζων D E L P Ψ 69 1424
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18:26 τὴν ὁδὸν τοῦ θεοῦ P74 א A B 69; την του θεου οδον L P Ψ 1424; την οδον D; την οδον του κυριου E
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
