使徒行传 28
Chinese Contemporary Bible (Simplified)
在马耳他岛
28 我们安全上岸后,才知道那个岛的名字叫马耳他。 2 岛上的居民对我们非常友善。因为下雨,天气又冷,他们就生火接待我们。 3 保罗拿起一捆柴放进火堆里,不料有一条毒蛇经不住热钻了出来,咬住了他的手。 4 那里的居民看见毒蛇吊在保罗手上,就交头接耳地说:“这人一定是个凶手,虽然侥幸没有淹死,天理却不容他活下去。” 5 可是保罗把蛇甩进火里,并没有受伤。 6 他们以为保罗的手一定会肿起来或者他会突然倒毙,但是等了很久,见他还是安然无恙,就改变了态度,说他是个神明。
7 那个岛的首领名叫部百流,他的田产就在附近。他接待我们,热情款待了我们三天。 8 当时,部百流的父亲患痢疾,正发热躺在床上。保罗去为他祷告,把手按在他身上治好了他。 9 这事以后,岛上其他的病人都来了,他们都得了医治。 10 他们处处尊敬我们,在我们启航的时候,又赠送我们途中所需用的物品。
保罗抵达罗马
11 三个月后,我们搭乘一艘停在该岛过冬的船离开。这船叫“双神号”,来自亚历山大。 12 我们先到叙拉古港,在那里停泊三天, 13 然后继续前行,到达利基翁。第二天,起了南风,第三天我们抵达部丢利, 14 在那里遇见几位弟兄姊妹,应邀和他们同住了七天,然后前往罗马。 15 那里的弟兄姊妹听说我们来了,便到亚比乌和三馆迎接我们。保罗见到他们后,就感谢上帝,心中受到鼓励。 16 进了罗马城后,保罗获准在卫兵的看守下自己一个人住。
继续传道
17 三天后,保罗请来当地犹太人的首领,对他们说:“弟兄们,虽然我没有做过任何对不起同胞或违背祖先规矩的事,却在耶路撒冷遭囚禁,又被交到罗马人的手里。 18 罗马官员审讯了我,发现我没有什么该死的罪,想释放我, 19 犹太人却反对,我不得已只好上诉凯撒。我并非有什么事要控告自己的同胞。 20 为此,我才请你们来当面谈,我受捆绑是为了以色列人所盼望的那位。”
21 他们说:“犹太境内的同胞没有给我们写信提及你的事,也没有弟兄到这里说你的坏话。 22 不过,我们倒很想听听你的观点,因为我们知道你们这一派的人到处受人抨击。”
23 于是,他们和保罗约定了会面的日期。那一天,很多人来到保罗住的地方。从早到晚,保罗向他们传扬上帝国的道,引用摩西律法和先知书劝他们相信有关耶稣的事。 24 有些人听后相信了他的话,有些人不相信, 25 他们彼此意见不一。在他们散去之前,保罗说了一句话:“圣灵借以赛亚先知对你们祖先所说的话真是一点不错, 26 祂说,
“‘你去告诉百姓,
你们听了又听,却不明白;
看了又看,却不领悟。
27 因为这百姓心灵麻木,
耳朵发背,眼睛昏花,
以致眼睛看不见,
耳朵听不见,心里不明白,无法回心转意,
得不到我的医治。’
28 所以你们当知道,上帝的救恩已经传给了外族人,他们也必听。”
29 听完保罗的话后,那些犹太人就回去了,他们中间起了激烈的争论。[a]
30 后来,保罗租了一间房子,在那里住了整整两年,接待所有到访的人。 31 他勇敢地传讲上帝的国,教导有关主耶稣基督的事,没有受到任何拦阻。
Footnotes
- 28:29 有古卷无“听完保罗的话后,那些犹太人就回去了,他们中间起了激烈的争论。”
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28
SBL Greek New Testament
28 Καὶ διασωθέντες τότε [a]ἐπέγνωμεν ὅτι [b]Μελίτη ἡ νῆσος καλεῖται. 2 οἵ [c]τε βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, [d]ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. 3 συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων [e]τι πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα [f]ἀπὸ τῆς θέρμης [g]ἐξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ. 4 ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, [h]πρὸς ἀλλήλους ἔλεγον· Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῆν οὐκ εἴασεν. 5 ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν· 6 οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, [i]μεταβαλόμενοι ἔλεγον [j]αὐτὸν εἶναι θεόν.
7 Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς [k]τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. 8 ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ [l]δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν. 9 τούτου [m]δὲ γενομένου καὶ οἱ λοιποὶ οἱ [n]ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο, 10 οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς [o]τὰς χρείας.
11 Μετὰ δὲ τρεῖς μῆνας [p]ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις. 12 καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς, 13 ὅθεν [q]περιελόντες κατηντήσαμεν εἰς Ῥήγιον. καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους, 14 οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν [r]παρ’ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν. 15 κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν [s]ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβε θάρσος.
16 Ὅτε δὲ [t]εἰσήλθομεν εἰς Ῥώμην, [u]ἐπετράπη τῷ Παύλῳ μένειν καθ’ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι [v]αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς· [w]Ἐγώ, ἄνδρες ἀδελφοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων, 18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί· 19 ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι [x]κατηγορεῖν. 20 διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι, ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. 21 οἱ δὲ πρὸς αὐτὸν εἶπαν· Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν. 22 ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν [y]ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται.
23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν [z]ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ πείθων τε [aa]αὐτοὺς περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν ἀπὸ πρωῒ ἕως ἑσπέρας. 24 καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις οἱ δὲ ἠπίστουν, 25 ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας [ab]ὑμῶν 26 [ac]λέγων· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· 27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. 28 γνωστὸν οὖν [ad]ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη [ae]τοῦτο τὸ σωτήριον τοῦ θεοῦ· αὐτοὶ καὶ [af]ἀκούσονται.
30 [ag]Ἐνέμεινεν [ah]δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, 31 κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.
Footnotes
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:1 ἐπέγνωμεν WH Treg NIV ] ἐπέγνωσαν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:1 Μελίτη Treg NIV RP ] Μελιτήνη WH
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:2 τε WH Treg NIV ] δὲ RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:2 ἅψαντες WH Treg NIV ] ἀνάψαντες RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:3 τι WH Treg NIV ] – RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:3 ἀπὸ WH Treg NIV ] ἐκ RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:3 ἐξελθοῦσα WH Treg NIV ] διεξελθοῦσα RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:4 πρὸς ἀλλήλους ἔλεγον WH Treg NIV ] ἔλεγον πρὸς ἀλλήλους RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:6 μεταβαλόμενοι WH Treg NIV ] μεταβαλλόμενοι RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:6 αὐτὸν εἶναι θεόν WH Treg NIV ] θεὸν αὐτὸν εἶναι RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:7 τρεῖς ἡμέρας Treg NIV RP ] ἡμέρας τρεῖς WH
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:8 δυσεντερίῳ WH Treg NIV ] δυσεντερίᾳ RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:9 δὲ WH Treg NIV ] οὖν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:9 ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας WH Treg NIV ] ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:10 τὰς χρείας WH Treg NIV ] τὴν χρείαν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:11 ἀνήχθημεν WH Treg NIV ] ἤχθημεν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:13 περιελόντες WH NIV ] περιελθόντες Treg RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:14 παρ᾽ WH Treg NIV ] ἐπ᾽ RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:15 ἦλθαν WH Treg NIV ] ἐξῆλθον RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:16 εἰσήλθομεν WH Treg NIV ] ἤλθομεν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:16 ἐπετράπη τῷ Παύλῳ WH Treg NIV] ὁ ἑκατόνταρχος παρέδωκεν τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ τῷ δὲ Παύλῳ ἐπετράπη RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:17 αὐτὸν WH Treg NIV ] τὸν Παῦλον RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:17 Ἐγώ ἄνδρες ἀδελφοί WH Treg NIV ] Ἄνδρες ἀδελφοί ἐγὼ RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:19 κατηγορεῖν WH Treg NIV ] κατηγορῆσαι RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:22 ἡμῖν ἐστιν WH Treg NIV ] ἐστιν ἡμῖν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:23 ἧκον RP ] ἦλθον WH Treg NIV
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:23 αὐτοὺς WH Treg NIV ] + τὰ RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:25 ὑμῶν WH Treg NIV ] ἡμῶν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:26 λέγων WH Treg NIV ] λέγον RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:28 ἔστω ὑμῖν Treg NIV RP ] ὑμῖν ἔστω WH
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:28 τοῦτο WH Treg NIV ] – RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:28 ἀκούσονται WH Treg NIV ] + 29 Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν. RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:30 Ἐνέμεινεν WH Treg NIV ] Ἔμεινεν RP
- ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 28:30 δὲ WH Treg NIV ] + ὁ Παῦλος RP
Acts 28
New King James Version
Paul’s Ministry on Malta
28 Now when they had escaped, they then found out that (A)the island was called Malta. 2 And the (B)natives[a] showed us unusual kindness; for they kindled a fire and made us all welcome, because of the rain that was falling and because of the cold. 3 But when Paul had gathered a bundle of sticks and laid them on the fire, a viper came out because of the heat, and fastened on his hand. 4 So when the natives saw the creature hanging from his hand, they said to one another, “No doubt this man is a murderer, whom, though he has escaped the sea, yet justice does not allow to live.” 5 But he shook off the creature into the fire and (C)suffered no harm. 6 However, they were expecting that he would swell up or suddenly fall down dead. But after they had looked for a long time and saw no harm come to him, they changed their minds and (D)said that he was a god.
7 In that region there was an estate of the [b]leading citizen of the island, whose name was Publius, who received us and entertained us courteously for three days. 8 And it happened that the father of Publius lay sick of a fever and dysentery. Paul went in to him and (E)prayed, and (F)he laid his hands on him and healed him. 9 So when this was done, the rest of those on the island who had diseases also came and were healed. 10 They also honored us in many (G)ways; and when we departed, they provided such things as were (H)necessary.
Arrival at Rome
11 After three months we sailed in (I)an Alexandrian ship whose figurehead was the [c]Twin Brothers, which had wintered at the island. 12 And landing at Syracuse, we stayed three days. 13 From there we circled round and reached Rhegium. And after one day the south wind blew; and the next day we came to Puteoli, 14 where we found (J)brethren, and were invited to stay with them seven days. And so we went toward Rome. 15 And from there, when the brethren heard about us, they came to meet us as far as Appii Forum and Three Inns. When Paul saw them, he thanked God and took courage.
16 Now when we came to Rome, the centurion delivered the prisoners to the captain of the guard; but (K)Paul was permitted to dwell by himself with the soldier who guarded him.
Paul’s Ministry at Rome
17 And it came to pass after three days that Paul called the leaders of the Jews together. So when they had come together, he said to them: “Men and brethren, (L)though I have done nothing against our people or the customs of our fathers, yet (M)I was delivered as a prisoner from Jerusalem into the hands of the Romans, 18 who, (N)when they had examined me, wanted to let me go, because there was no cause for putting me to death. 19 But when the [d]Jews spoke against it, (O)I was compelled to appeal to Caesar, not that I had anything of which to accuse my nation. 20 For this reason therefore I have called for you, to see you and speak with you, because (P)for the hope of Israel I am bound with (Q)this chain.”
21 Then they said to him, “We neither received letters from Judea concerning you, nor have any of the brethren who came reported or spoken any evil of you. 22 But we desire to hear from you what you think; for concerning this sect, we know that (R)it is spoken against everywhere.”
23 So when they had appointed him a day, many came to him at his lodging, (S)to whom he explained and solemnly testified of the kingdom of God, persuading them concerning Jesus (T)from both the Law of Moses and the Prophets, from morning till evening. 24 And (U)some were persuaded by the things which were spoken, and some disbelieved. 25 So when they did not agree among themselves, they departed after Paul had said one word: “The Holy Spirit spoke rightly through Isaiah the prophet to [e]our fathers, 26 saying,
(V)‘Go to this people and say:
“Hearing you will hear, and shall not understand;
And seeing you will see, and not perceive;
27 For the hearts of this people have grown dull.
Their ears are hard of hearing,
And their eyes they have closed,
Lest they should see with their eyes and hear with their ears,
Lest they should understand with their hearts and turn,
So that I should heal them.” ’
28 “Therefore let it be known to you that the salvation of God has been sent (W)to the Gentiles, and they will hear it!” 29 [f]And when he had said these words, the Jews departed and had a great dispute among themselves.
30 Then Paul dwelt two whole years in his own rented house, and received all who came to him, 31 (X)preaching the kingdom of God and teaching the things which concern the Lord Jesus Christ with all confidence, no one forbidding him.
Footnotes
- Acts 28:2 Lit. barbarians
- Acts 28:7 Magistrate
- Acts 28:11 Gr. Dioskouroi, Zeus’s sons Castor and Pollux
- Acts 28:19 The ruling authorities
- Acts 28:25 NU your
- Acts 28:29 NU omits v. 29.
Chinese Contemporary Bible Copyright © 1979, 2005, 2007, 2011 by Biblica® Used by permission. All rights reserved worldwide.
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software
Scripture taken from the New King James Version®. Copyright © 1982 by Thomas Nelson. Used by permission. All rights reserved.