ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15
1550 Stephanus New Testament
15 και ειδον αλλο σημειον εν τω ουρανω μεγα και θαυμαστον αγγελους επτα εχοντας πληγας επτα τας εσχατας οτι εν αυταις ετελεσθη ο θυμος του θεου
2 και ειδον ως θαλασσαν υαλινην μεμιγμενην πυρι και τους νικωντας εκ του θηριου και εκ της εικονος αυτου και εκ του χαραγματος αυτου εκ του αριθμου του ονοματος αυτου εστωτας επι την θαλασσαν την υαλινην εχοντας κιθαρας του θεου
3 και αδουσιν την ωδην μωσεως δουλου του θεου και την ωδην του αρνιου λεγοντες μεγαλα και θαυμαστα τα εργα σου κυριε ο θεος ο παντοκρατωρ δικαιαι και αληθιναι αι οδοι σου ο βασιλευς των αγιων
4 τις ου μη φοβηθη σε κυριε και δοξαση το ονομα σου οτι μονος οσιος οτι παντα τα εθνη ηξουσιν και προσκυνησουσιν ενωπιον σου οτι τα δικαιωματα σου εφανερωθησαν
5 και μετα ταυτα ειδον και ιδου ηνοιγη ο ναος της σκηνης του μαρτυριου εν τω ουρανω
6 και εξηλθον οι επτα αγγελοι εχοντες τας επτα πληγας εκ του ναου ενδεδυμενοι λινον καθαρον και λαμπρον και περιεζωσμενοι περι τα στηθη ζωνας χρυσας
7 και εν εκ των τεσσαρων ζωων εδωκεν τοις επτα αγγελοις επτα φιαλας χρυσας γεμουσας του θυμου του θεου του ζωντος εις τους αιωνας των αιωνων
8 και εγεμισθη ο ναος καπνου εκ της δοξης του θεου και εκ της δυναμεως αυτου και ουδεις ηδυνατο εισελθειν εις τον ναον αχρι τελεσθωσιν αι επτα πληγαι των επτα αγγελων
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15
SBL Greek New Testament
15 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.
2 Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ. 3 καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες· Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε, ὁ θεός, ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν [a]αἰώνων· 4 τίς οὐ μὴ [b]φοβηθῇ, κύριε, καὶ [c]δοξάσει τὸ ὄνομά σου, ὅτι μόνος [d]ὅσιος; ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
5 Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ, 6 καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, [e]ἐνδεδυμένοι [f]λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς. 7 καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 8 καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
Footnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:3 αἰώνων WH NIV ] ἐθνῶν Treg RP NA
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:4 φοβηθῇ WH Treg NIV ] + σε RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:4 δοξάσει WH Treg NIV ] δοξάσῃ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:4 ὅσιος WH Treg NIV ] ἅγιος RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:6 ἐνδεδυμένοι WH Treg NIV ] οἳ ἦσαν ἐνδεδυμένοι RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15:6 λίνον NIV RP ] λίθον WH Treg
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15
1894 Scrivener New Testament
15 και ειδον αλλο σημειον εν τω ουρανω μεγα και θαυμαστον αγγελους επτα εχοντας πληγας επτα τας εσχατας οτι εν αυταις ετελεσθη ο θυμος του θεου
2 και ειδον ως θαλασσαν υαλινην μεμιγμενην πυρι και τους νικωντας εκ του θηριου και εκ της εικονος αυτου και εκ του χαραγματος αυτου εκ του αριθμου του ονοματος αυτου εστωτας επι την θαλασσαν την υαλινην εχοντας κιθαρας του θεου
3 και αδουσιν την ωδην μωσεως του δουλου του θεου και την ωδην του αρνιου λεγοντες μεγαλα και θαυμαστα τα εργα σου κυριε ο θεος ο παντοκρατωρ δικαιαι και αληθιναι αι οδοι σου ο βασιλευς των αγιων
4 τις ου μη φοβηθη σε κυριε και δοξαση το ονομα σου οτι μονος οσιος οτι παντα τα εθνη ηξουσιν και προσκυνησουσιν ενωπιον σου οτι τα δικαιωματα σου εφανερωθησαν
5 και μετα ταυτα ειδον και ιδου ηνοιγη ο ναος της σκηνης του μαρτυριου εν τω ουρανω
6 και εξηλθον οι επτα αγγελοι εχοντες τας επτα πληγας εκ του ναου ενδεδυμενοι λινον καθαρον και λαμπρον και περιεζωσμενοι περι τα στηθη ζωνας χρυσας
7 και εν εκ των τεσσαρων ζωων εδωκεν τοις επτα αγγελοις επτα φιαλας χρυσας γεμουσας του θυμου του θεου του ζωντος εις τους αιωνας των αιωνων
8 και εγεμισθη ο ναος καπνου εκ της δοξης του θεου και εκ της δυναμεως αυτου και ουδεις ηδυνατο εισελθειν εις τον ναον αχρι τελεσθωσιν αι επτα πληγαι των επτα αγγελων
Revelation 15
King James Version
15 And I saw another sign in heaven, great and marvellous, seven angels having the seven last plagues; for in them is filled up the wrath of God.
2 And I saw as it were a sea of glass mingled with fire: and them that had gotten the victory over the beast, and over his image, and over his mark, and over the number of his name, stand on the sea of glass, having the harps of God.
3 And they sing the song of Moses the servant of God, and the song of the Lamb, saying, Great and marvellous are thy works, Lord God Almighty; just and true are thy ways, thou King of saints.
4 Who shall not fear thee, O Lord, and glorify thy name? for thou only art holy: for all nations shall come and worship before thee; for thy judgments are made manifest.
5 And after that I looked, and, behold, the temple of the tabernacle of the testimony in heaven was opened:
6 And the seven angels came out of the temple, having the seven plagues, clothed in pure and white linen, and having their breasts girded with golden girdles.
7 And one of the four beasts gave unto the seven angels seven golden vials full of the wrath of God, who liveth for ever and ever.
8 And the temple was filled with smoke from the glory of God, and from his power; and no man was able to enter into the temple, till the seven plagues of the seven angels were fulfilled.
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software