ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:7-15
SBL Greek New Testament
7 νόει [a]ὃ λέγω· [b]δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.
8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου· 9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται· 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου. 11 πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· 12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ [c]ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· 13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· [d]ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.
14 Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ [e]κυρίου, μὴ λογομαχεῖν, [f]ἐπ’ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. 15 σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
Read full chapterFootnotes
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:7 ὃ WH Treg NIV ] ἃ RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:7 δώσει WH Treg NIV ] δῴη RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:12 ἀρνησόμεθα WH Treg NIV ] ἀρνούμεθα RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:13 ἀρνήσασθαι RP ] + γὰρ WH Treg NIV
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:14 κυρίου RP ] θεοῦ WH Treg NIV
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 2:14 ἐπ᾽ WH Treg NIV ] εἰς RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software